§2.7.1οὕτω ἂν εἴησαν Αἰγύπτου στάδιοι ἑξακόσιοι καὶ τρισχίλιοι τὸ παρὰ θάλασσαν.
如此看来,埃及沿海的长度当为三千六百斯塔迪翁。
ἐνθεῦτεν μὲν καὶ μέχρι Ἡλίου πόλιος ἐς τὴν μεσόγαιαν ἐστὶ εὐρέα Αἴγυπτος, ἐοῦσα πᾶσα ὑπτίη τε καὶ ἔνυδρος καὶ ἰλύς.
从那里向内陆延伸直到赫里奥波里斯,埃及是宽阔的,并且整片土地都是平坦、多水而泥泞的。
ἔστι δὲ ὁδὸς ἐς Ἡλίου πόλιν ἀπὸ θαλάσσης ἄνω ἰόντι παραπλησίη τὸ μῆκος τῇ ἐξ Ἀθηνέων ὁδῷ τῇ ἀπὸ τῶν δυώδεκα θεῶν τοῦ βωμοῦ φερούσῃ ἔς τε Πῖσαν καὶ ἐπὶ τὸν νηὸν τοῦ Διὸς τοῦ Ὀλυμπίου.
而对于从海边向上前往赫里奥波里斯的人来说,这条路的长度与从雅典(具体来说是从十二神祭坛出发)通往比萨及奥林匹亚宙斯神庙的路极为相似。
§2.7.2σμικρόν τι τὸ διάφορον εὕροι τις ἂν λογιζόμενος τῶν ὁδῶν τουτέων τὸ μὴ ἴσας μῆκος εἶναι, οὐ πλέον πεντεκαίδεκα σταδίων·
若是计算一下,人们会发现这两条路长度不等的差距极小,不超过十五斯塔迪翁。
ἡ μὲν γὰρ ἐς Πῖσαν ἐξ Ἀθηνέων καταδεῖ πεντεκαίδεκα σταδίων μὴ εἶναι πεντακοσίων καὶ χιλίων, ἡ δὲ ἐς Ἡλίου πόλιν ἀπὸ θαλάσσης πληροῖ ἐς τὸν ἀριθμὸν τοῦτον.
因为从雅典到比萨的路,差十五斯塔迪翁才满一千五百斯塔迪翁,而从海边到赫里奥波里斯的路则刚好达到这个数目。