Humanitext Reader

希罗多德 · 历史 §2.55.1-2.55.3

多多纳女祭司所述神谕所起源的传说

第 271 段,共 1577 段 · 希腊语

内容简介

介绍了多多纳女祭司的传说:两只来自埃及底比斯的黑鸽子分别在多多纳和利比亚建立了宙斯的神谕所。

§2.55.1ταῦτα μέν νυν τῶν ἐν Θήβῃσι ἱρέων ἤκουον, τάδε δὲ Δωδωναίων φασὶ αἱ προμάντιες· δύο πελειάδας μελαίνας ἐκ Θηβέων τῶν Αἰγυπτιέων ἀναπταμένας τὴν μὲν αὐτέων ἐς Λιβύην τὴν δὲ παρὰ σφέας ἀπικέσθαι, §2.55.2ἱζομένην δέ μιν ἐπὶ φηγὸν αὐδάξασθαι φωνῇ ἀνθρωπηίῃ ὡς χρεὸν εἴη μαντήιον αὐτόθι Διὸς γενέσθαι, καὶ αὐτοὺς ὑπολαβεῖν θεῖον εἶναι τὸ ἐπαγγελλόμενον αὐτοῖσι, καί σφεας ἐκ τούτου ποιῆσαι.
以上是我从底比斯的祭司那里听到的,而多多纳的女预言家们则讲述了以下的事情:两只黑色的鸽子从埃及的底比斯飞走,其中一只到达了利比亚,另一只则来到了她们这里;她们说,这只鸽子落在橡树上,用人类的声音宣告,应当在当地建立一个宙斯的神谕所,而他们认为这一向他们传达的指令是神圣的,并因此建立了它。
§2.55.3τὴν δὲ ἐς τοὺς Λίβυας οἰχομένην πελειάδα λέγουσι Ἄμμωνος χρηστήριον κελεῦσαι τοὺς Λίβυας ποιέειν· ἔστι δὲ καὶ τοῦτο Διός.
至于飞往利比亚人那里的那只鸽子,她们说它命令利比亚人建立阿蒙的神谕所;而这同样也是属于宙斯的神谕所。
Δωδωναίων δὲ αἱ ἱρεῖαι, τῶν τῇ πρεσβυτάτῃ οὔνομα ἦν Προμένεια, τῇ δὲ μετὰ ταύτην Τιμαρέτη, τῇ δὲ νεωτάτῃ Νικάνδρη, ἔλεγον ταῦτα· συνωμολόγεον δέ σφι καὶ οἱ ἄλλοι Δωδωναῖοι οἱ περὶ τὸ ἱρόν.
多多纳的女祭司们——其中最年长的名叫普罗墨涅亚,次之的名叫蒂玛蕾特,最年轻的名叫尼康德蕾——讲述了这些,而神庙周围的其他多多纳人也均与她们持相同的意见。

词汇与语法注释

  1. 2.55.1δύο πελειάδας ... ἀπικέσθαι — 由动词 φασί(他们说)引导的带宾格的不定式(A.c.I.)结构。δύο πελειάδας(两只鸽子)是不定式 ἀπικέσθαι(到达)的逻辑主语,分词 ἀναπταμένας 修饰该宾格主语。
  2. 2.55.2ὡς χρεὸν εἴη — 无人称表达 χρεόν ἐστι(必须、应该)在过去时态主句引导的间接引语中,因斜法而变为祈愿语气 εἴη。
  3. 2.55.2αὐτοὺς ὑπολαβεῖν — 带宾格的不定式从句。αὐτούς(多多纳人自己)以及随后的 σφέας 在语境中均指多多纳的居民,分别作为不定式 ὑπολαβεῖν 和 ποιῆσαι 的逻辑主语。

引用这一段

希罗多德, 历史 §2.55.1-2.55.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.55.1-2.55.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。