§2.55.1ταῦτα μέν νυν τῶν ἐν Θήβῃσι ἱρέων ἤκουον, τάδε δὲ Δωδωναίων φασὶ αἱ προμάντιες· δύο πελειάδας μελαίνας ἐκ Θηβέων τῶν Αἰγυπτιέων ἀναπταμένας τὴν μὲν αὐτέων ἐς Λιβύην τὴν δὲ παρὰ σφέας ἀπικέσθαι, §2.55.2ἱζομένην δέ μιν ἐπὶ φηγὸν αὐδάξασθαι φωνῇ ἀνθρωπηίῃ ὡς χρεὸν εἴη μαντήιον αὐτόθι Διὸς γενέσθαι, καὶ αὐτοὺς ὑπολαβεῖν θεῖον εἶναι τὸ ἐπαγγελλόμενον αὐτοῖσι, καί σφεας ἐκ τούτου ποιῆσαι.
This is what I heard from the priests in Thebes, but the prophetesses at Dodona say the following: two black doves flew away from Egyptian Thebes, and one of them reached Libya, while the other came to them; and they say that this dove, settling upon an oak tree, spoke with a human voice, saying that it was necessary that an oracle of Zeus should be established there, and that they, understanding that what was announced to them was divine, established it accordingly.
§2.55.3τὴν δὲ ἐς τοὺς Λίβυας οἰχομένην πελειάδα λέγουσι Ἄμμωνος χρηστήριον κελεῦσαι τοὺς Λίβυας ποιέειν· ἔστι δὲ καὶ τοῦτο Διός.
As for the dove that went to the Libyans, they say she bade the Libyans make an oracle of Ammon; and this also belongs to Zeus.
Δωδωναίων δὲ αἱ ἱρεῖαι, τῶν τῇ πρεσβυτάτῃ οὔνομα ἦν Προμένεια, τῇ δὲ μετὰ ταύτην Τιμαρέτη, τῇ δὲ νεωτάτῃ Νικάνδρη, ἔλεγον ταῦτα· συνωμολόγεον δέ σφι καὶ οἱ ἄλλοι Δωδωναῖοι οἱ περὶ τὸ ἱρόν.
The priestesses of Dodona, of whom the eldest was named Promeneia, the next after her Timarete, and the youngest Nicandre, told these things; and the other Dodonaeans who were about the temple agreed with them.