§2.22.1ἡ δὲ τρίτη τῶν ὁδῶν πολλὸν ἐπιεικεστάτη ἐοῦσα μάλιστα ἔψευσται· λέγει γὰρ δὴ οὐδʼ αὕτη οὐδέν, φαμένη τὸν Νεῖλον ῥέειν ἀπὸ τηκομένης χιόνος·
而第三种说法虽然最为合乎情理,却最不真实;因为它实际上也一无所成,竟断言尼罗河源自融化的积雪。
ὃς ῥέει μὲν ἐκ Λιβύης διὰ μέσων Αἰθιόπων, ἐκδιδοῖ δὲ ἐς Αἴγυπτον.
然而,该河却是流经利比亚,穿过埃塞俄比亚人的中部,然后注入埃及的。
§2.22.2κῶς ὦν δῆτα ῥέοι ἂν ἀπὸ χιόνος, ἀπὸ τῶν θερμοτάτων ῥέων ἐς τὰ ψυχρότερα τὰ πολλά ἐστι;
那么,既然它是从最炎热的地方流向大体上更为寒冷的地方,它又怎么可能源自积雪呢?
ἀνδρί γε λογίζεσθαι τοιούτων πέρι οἵῳ τε ἐόντι, ὡς οὐδὲ οἰκὸς ἀπὸ χιόνος μιν ῥέειν, πρῶτον μὲν καὶ μέγιστον μαρτύριον οἱ ἄνεμοι παρέχονται πνέοντες ἀπὸ τῶν χωρέων τουτέων θερμοί· §2.22.3δεύτερον δὲ ὅτι ἄνομβρος ἡ χώρη καὶ ἀκρύσταλλος διατελέει ἐοῦσα, ἐπὶ δὲ χιόνι πεσούσῃ πᾶσα ἀνάγκη ἐστὶ ὗσαι ἐν πέντε ἡμέρῃσι, ὥστε, εἰ ἐχιόνιζε, ὕετο ἂν ταῦτα τὰ χωρία· τρίτα δὲ οἱ ἄνθρωποι ὑπὸ τοῦ καύματος μέλανες ἐόντες.
对于一个能够对此类事物进行推论的人来说,证明它绝不可能源自积雪的第一也是最大的证据,就是从这些地区吹来的风是炽热的;第二,该地区持续无雨且无冰,但在降雪之后,五天之内必然会下雨,因此,如果那里曾下过雪,这些地区也就该下过雨;第三,那里的人们因炎热而皮肤黝黑。
§2.22.4ἰκτῖνοι δὲ καὶ χελιδόνες διʼ ἔτεος ἐόντες οὐκ ἀπολείπουσι, γέρανοι δὲ φεύγουσαι τὸν χειμῶνα τὸν ἐν τῇ Σκυθικῇ χώρῃ γινόμενον φοιτῶσι ἐς χειμασίην ἐς τοὺς τόπους τούτους.
鹞鹰和燕子终年留在那里而不离去,而鹤群为了躲避斯基泰地区的冬天,也会迁徙到这些地方越冬。
εἰ τοίνυν ἐχιόνιζε καὶ ὅσον ὦν ταύτην τὴν χώρην διʼ ἧς τε ῥέει καὶ ἐκ τῆς ἄρχεται ῥέων ὁ Νεῖλος, ἦν ἂν τούτων οὐδέν, ὡς ἡ ἀνάγκη ἐλέγχει.
因此,如果尼罗河所流经以及其源头所在的这一地区哪怕有一点降雪,那么正如必然性所证明的那样,上述这些现象就一个也不会发生了。