§2.2.1οἱ δὲ Αἰγύπτιοι, πρὶν μὲν ἢ Ψαμμήτιχον σφέων βασιλεῦσαι, ἐνόμιζον ἑωυτοὺς πρώτους γενέσθαι πάντων ἀνθρώπων·
在普萨美提科斯统治他们之前,埃及人一直认为自己是全人类中最古老的。
ἐπειδὴ δὲ Ψαμμήτιχος βασιλεύσας ἠθέλησε εἰδέναι οἵτινες γενοίατο πρῶτοι, ἀπὸ τούτου νομίζουσι Φρύγας προτέρους γενέσθαι ἑωυτῶν, τῶν δὲ ἄλλων ἑωυτούς.
然而,自从普萨美提科斯即位并企图弄清谁是最古老的人类以来,他们便认为弗里吉亚人比他们更古老,而他们自己则比其他所有人都古老。
§2.2.2Ψαμμήτιχος δὲ ὡς οὐκ ἐδύνατο πυνθανόμενος πόρον οὐδένα τούτου ἀνευρεῖν, οἳ γενοίατο πρῶτοι ἀνθρώπων, ἐπιτεχνᾶται τοιόνδε.
普萨美提科斯尽管多方打听,也无法找到任何方法来查明谁是人类中最早出现的,于是他想出了这样一个办法。
παιδία δύο νεογνὰ ἀνθρώπων τῶν ἐπιτυχόντων δίδωσι ποιμένι τρέφειν ἐς τὰ ποίμνια τροφήν τινα τοιήνδε, ἐντειλάμενος μηδένα ἀντίον αὐτῶν μηδεμίαν φωνὴν ἱέναι, ἐν στέγῃ δὲ ἐρήμῃ ἐπʼ ἑωυτῶν κέεσθαι αὐτά, καὶ τὴν ὥρην ἐπαγινέειν σφι αἶγας, πλήσαντα δὲ γάλακτος τἆλλα διαπρήσσεσθαι·
他抱来两个普通人家刚出生的婴儿,交给一个牧羊人,让他把孩子们带到羊群中,用以下的方式抚养:他叮嘱任何人不得在孩子们面前发出任何声音,而是让他们独自躺在荒废的屋子里;在适当的时候,牧羊人要把母羊牵给他们,在让他们喝饱奶水之后,再去忙其他的事务。
§2.2.3ταῦτα δὲ ἐποίεέ τε καὶ ἐνετέλλετο Ψαμμήτιχος θέλων ἀκοῦσαι τῶν παιδίων, ἀπαλλαχθέντων τῶν ἀσήμων κνυζημάτων, ἥντινα φωνὴν ῥήξουσι πρώτην·
普萨美提科斯之所以这样做并下达这些命令,是因为他希望听到,在孩子们摆脱了无意义的咿呀哭闹之后,最先会脱口说出什么词语。
τά περ ὦν καὶ ἐγένετο.
事情也确实这样发生了。
ὡς γὰρ διέτης χρόνος ἐγεγόνεε ταῦτα τῷ ποιμένι πρήσσοντι, ἀνοίγοντι τὴν θύρην καὶ ἐσιόντι τὰ παιδία ἀμφότερα προσπίπτοντα βεκὸς ἐφώνεον, ὀρέγοντα τὰς χεῖρας.
当牧羊人照此办理过了两年之后,有一天他打开房门走进去,两个孩子便一齐扑向他,伸着手喊道:“贝科斯”。
§2.2.4τὰ μὲν δὴ πρῶτα ἀκούσας ἥσυχος ἦν ὁ ποιμήν·
起初听到这声音时,牧羊人保持了沉默。
ὡς δὲ πολλάκις φοιτέοντι καὶ ἐπιμελομένῳ πολλὸν ἦν τοῦτο τὸ ἔπος, οὕτω δὴ σημήνας τῷ δεσπότῃ ἤγαγε τὰ παιδία κελεύσαντος ἐς ὄψιν τὴν ἐκείνου.
但随着他经常前去照料,这个词一再被提起,于是他向主人禀报,并按照主人的命令,把孩子们带到了他的面前。
ἀκούσας δὲ καὶ αὐτὸς ὁ Ψαμμήτιχος ἐπυνθάνετο οἵτινες ἀνθρώπων βεκός τι καλέουσι, πυνθανόμενος δὲ εὕρισκε Φρύγας καλέοντας τὸν ἄρτον.
普萨美提科斯本人听过之后,也去打听哪国人把什么东西称为“贝科斯”,打听的结果是,弗里吉亚人把面包叫作这个名字。
§2.2.5οὕτω συνεχώρησαν Αἰγύπτιοι καὶ τοιούτῳ σταθμησάμενοι πρήγματι τοὺς Φρύγας πρεσβυτέρους εἶναι ἑωυτῶν.
因此,埃及人最终承认,根据这一事实推断,弗里吉亚人比他们更古老。
ὧδε μὲν γενέσθαι τῶν ἱρέων τοῦ Ἡφαίστου τοῦ ἐν Μέμφι ἤκουον·
关于这件事的经过,我是从孟斐斯的赫菲斯托斯神庙的祭司那里听到的。
Ἕλληνες δὲ λέγουσι ἄλλα τε μάταια πολλὰ καὶ ὡς γυναικῶν τὰς γλώσσας ὁ Ψαμμήτιχος ἐκταμὼν τὴν δίαιταν οὕτω ἐποιήσατο τῶν παίδων παρὰ ταύτῃσι τῇσι γυναιξί.
但希腊人还讲了许多其他荒诞不经的故事,比如普萨美提科斯割去了妇女的舌头,然后让孩子们在这些妇女身边以这种方式生活。