§2.1.1τελευτήσαντος δὲ Κύρου παρέλαβε τὴν βασιληίην Καμβύσης, Κύρου ἐὼν παῖς καὶ Κασσανδάνης τῆς Φαρνάσπεω θυγατρός, τῆς προαποθανούσης Κῦρος αὐτός τε μέγα πένθος ἐποιήσατο καὶ τοῖσι ἄλλοισι προεῖπε πᾶσι τῶν ἦρχε πένθος ποιέεσθαι.
居鲁士去世后,冈比西斯继承了王位。 他是居鲁士与法尔纳斯佩斯之女卡桑达妮的儿子;在卡桑达妮先于他去世时,居鲁士本人不仅为她举行了盛大的哀悼,还命令他所统治的所有其他人也都进行哀悼。
§2.1.2ταύτης δὴ τῆς γυναικὸς ἐὼν παῖς καὶ Κύρου Καμβύσης Ἴωνας μὲν καὶ Αἰολέας ὡς δούλους πατρωίους ἐόντας ἐνόμιζε, ἐπὶ δὲ Αἴγυπτον ἐποιέετο στρατηλασίην ἄλλους τε παραλαβὼν τῶν ἦρχε καὶ δὴ καὶ Ἑλλήνων τῶν ἐπεκράτεε.
作为这个女人和居鲁士之子的冈比西斯,将伊奥尼亚人和埃奥利斯人视为祖传的奴隶,并向埃及发动了远征,带走了他所统治的其他臣民,尤其是他所征服的希腊人。