§2.180.1Ἀμφικτυόνων δὲ μισθωσάντων τὸν ἐν Δελφοῖσι νῦν ἐόντα νηὸν τριηκοσίων ταλάντων ἐξεργάσασθαι (ὁ γὰρ πρότερον ἐὼν αὐτόθι αὐτόματος κατεκάη), τοὺς Δελφοὺς δὴ ἐπέβαλλε τεταρτημόριον τοῦ μισθώματος παρασχεῖν.
当近邻同盟签约以三百塔兰同的价钱重建如今位于德尔斐的神殿时(因为原先建在那里的神殿因失火而烧毁了),德尔斐人被要求承担该承包费用的四分之一。
§2.180.2πλανώμενοι δὲ οἱ Δελφοὶ περὶ τὰς πόλις ἐδωτίναζον, ποιεῦντες δὲ τοῦτο οὐκ ἐλάχιστον ἐξ Αἰγύπτου ἠνείκαντο·
于是,德尔斐人周游各城市募集捐款,在此过程中,他们从埃及带回了为数不少的资金。
Ἄμασις μὲν γάρ σφι ἔδωκε χίλια στυπτηρίης τάλαντα, οἱ δὲ ἐν Αἰγύπτῳ οἰκέοντες Ἕλληνες εἴκοσι μνέας.
因为阿玛西斯赠送给他们一千塔兰同的明矾,而居住在埃及的希腊人则赠送了二十米纳。