§2.179.1ἦν δὲ τὸ παλαιὸν μούνη Ναύκρατις ἐμπόριον καὶ ἄλλο οὐδὲν Αἰγύπτου·
在过去,瑙克拉提斯是埃及唯一的通商港口,别无他处。
εἰ δέ τις ἐς τῶν τι ἄλλο στομάτων τοῦ Νείλου ἀπίκοιτο, χρῆν ὀμόσαι μὴ μὲν ἑκόντα ἐλθεῖν, ἀπομόσαντα δὲ τῇ νηὶ αὐτῇ πλέειν ἐς τὸ Κανωβικόν·
如果有人抵达尼罗河的其他任何一个河口,他必须发誓自己并非有意前来,而在如此宣誓之后,他必须用同一艘船驶往卡诺波斯河口。
ἢ εἰ μή γε οἷά τε εἴη πρὸς ἀνέμους ἀντίους πλέειν, τὰ φορτία ἔδεε περιάγειν ἐν βάρισι περὶ τὸ Δέλτα, μέχρι οὗ ἀπίκοιτο ἐς Ναύκρατιν.
或者,如果因逆风而根本无法航行,则必须用巴里斯船将货物沿着三角洲运送,直到抵达瑙克拉提斯。
οὕτω μὲν δὴ Ναύκρατις ἐτετίμητο.
确实,瑙克拉提斯就是这样享有特权的。