§2.180.1Ἀμφικτυόνων δὲ μισθωσάντων τὸν ἐν Δελφοῖσι νῦν ἐόντα νηὸν τριηκοσίων ταλάντων ἐξεργάσασθαι (ὁ γὰρ πρότερον ἐὼν αὐτόθι αὐτόματος κατεκάη), τοὺς Δελφοὺς δὴ ἐπέβαλλε τεταρτημόριον τοῦ μισθώματος παρασχεῖν.
When the Amphictyons contracted for the completion of the temple which now stands in Delphi for three hundred talents (for the one that was previously there had been accidentally burned down), it fell to the Delphians to provide a fourth part of the contract price.
§2.180.2πλανώμενοι δὲ οἱ Δελφοὶ περὶ τὰς πόλις ἐδωτίναζον, ποιεῦντες δὲ τοῦτο οὐκ ἐλάχιστον ἐξ Αἰγύπτου ἠνείκαντο· Ἄμασις μὲν γάρ σφι ἔδωκε χίλια στυπτηρίης τάλαντα, οἱ δὲ ἐν Αἰγύπτῳ οἰκέοντες Ἕλληνες εἴκοσι μνέας.
So the Delphians wandered about the cities collecting contributions, and in doing this they brought back no small amount from Egypt; for Amasis gave them a thousand talents of alum, and the Greeks living in Egypt gave twenty minae.