Humanitext Reader

希罗多德 · 历史 §2.18.1-2.18.3

阿盟神谕对埃及疆界与居民的定义

第 234 段,共 1577 段 · 希腊语

内容简介

记述了作者关于埃及范围的观点如何得到阿盟神谕的证实,以及该神谕对埃及土地和埃及人定义的具体内容。

§2.18.1μαρτυρέει δέ μοι τῇ γνώμῃ, ὅτι τοσαύτη ἐστὶ Αἴγυπτος ὅσην τινὰ ἐγὼ ἀποδείκνυμι τῷ λόγῳ, καὶ τὸ Ἄμμωνος χρηστήριον γενόμενον· τὸ ἐγὼ τῆς ἐμεωυτοῦ γνώμης ὕστερον περὶ Αἴγυπτον ἐπυθόμην.
而我的意见——即埃及的范围正是我在论证中所展示的那样宽广——也得到了阿盟神谕的证实;关于这一神谕,我是在自己对埃及形成了看法之后才听说的。
§2.18.2οἱ γὰρ δὴ ἐκ Μαρέης τε πόλιος καὶ Ἄπιος, οἰκέοντες Αἰγύπτου τὰ πρόσουρα Λιβύῃ, αὐτοί τε δοκέοντες εἶναι Λίβυες καὶ οὐκ Αἰγύπτιοι καὶ ἀχθόμενοι τῇ περὶ τὰ ἱρὰ θρησκηίῃ, βουλόμενοι θηλέων βοῶν μὴ ἔργεσθαι, ἔπεμψαν ἐς Ἄμμωνα φάμενοι οὐδὲν σφίσι τε καὶ Αἰγυπτίοισι κοινὸν εἶναι· οἰκέειν τε γὰρ ἔξω τοῦ Δέλτα καὶ οὐδὲν ὁμολογέειν αὐτοῖσι, βούλεσθαί τε πάντων σφίσι ἐξεῖναι γεύεσθαι.
因为马里亚市和阿皮斯的居民们,居住在与利比亚接壤的埃及边境地区,他们认为自己是利比亚人而不是埃及人,并且对有关神圣事物的宗教仪式感到厌烦,希望不被禁止食用母牛,于是派遣使者去阿盟那里,声称他们与埃及人没有任何共同之处;因为他们住在三角洲之外,与埃及人毫无共同之处,并且希望被允许品尝所有的食物。
§2.18.3ὁ δὲ θεός σφεας οὐκ ἔα ποιέειν ταῦτα, φὰς Αἴγυπτον εἶναι ταύτην τὴν ὁ Νεῖλος ἐπιὼν ἄρδει, καὶ Αἰγυπτίους εἶναι τούτους οἳ ἔνερθε Ἐλεφαντίνης πόλιος οἰκέοντες ἀπὸ τοῦ ποταμοῦ τούτου πίνουσι.
但是神不准许他们这样做,说尼罗河泛滥并灌溉的这片土地就是埃及,而在象岛城下游居住并饮用这大河之水的人就是埃及人。
οὕτω σφι ταῦτα ἐχρήσθη.
神谕就是这样对他们说的。

词汇与语法注释

  1. 2.18.1τῆς ἐμεωυτοῦ γνώμης — 依存于比较级副词 ὕστερον(较晚、在……之后)的比较属格,意为“在我的个人意见之后(即在形成自己的意见之后)”。
  2. 2.18.2ἔργεσθαι — 动词 εἴργομαι(禁欲、避免)的伊奥尼亚方言拼写,支配分离属格 θηλέων βοῶν(母牛)。带有否定词 μή,表示他们希望“不禁止食用母牛”。
  3. 2.18.3ἔα — 动词 ἐάω(允许)的单数第三人称未完成过去时。因伊奥尼亚方言特征而省略了过去时增音(相当于雅典方言的 εἴα),与 οὐκ 连用表示“不准许”。

引用这一段

希罗多德, 历史 §2.18.1-2.18.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.18.1-2.18.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。