§2.171.1ἐν δὲ τῇ λίμνῃ ταύτῃ τὰ δείκηλα τῶν παθέων αὐτοῦ νυκτὸς ποιεῦσι, τὰ καλέουσι μυστήρια Αἰγύπτιοι.
在这个池塘上,他们在夜间举行关于他受难的模拟剧,埃及人称之为“奥秘”。
περὶ μέν νυν τούτων εἰδότι μοι ἐπὶ πλέον ὡς ἕκαστα αὐτῶν ἔχει, εὔστομα κείσθω.
现在,对于这些事情,尽管我非常清楚地知道它们各自的具体情况,但还是让我保持神圣的沉默吧。
§2.171.2καὶ τῆς Δήμητρος τελετῆς πέρι, τὴν οἱ Ἕλληνες θεσμοφόρια καλέουσι, καὶ ταύτης μοι πέρι εὔστομα κείσθω, πλὴν ὅσον αὐτῆς ὁσίη ἐστὶ λέγειν·
关于德墨忒尔的祭仪(希腊人称之为“地母节”),关于这一点,除了其中允许诉说的部分之外,也让我保持神圣的沉默吧。
§2.171.3αἱ Δαναοῦ θυγατέρες ἦσαν αἱ τὴν τελετὴν ταύτην ἐξ Αἰγύπτου ἐξαγαγοῦσαι καὶ διδάξασαι τὰς Πελασγιώτιδας γυναῖκας·
正是达那俄斯的女儿们将这一祭仪从埃及带出来,并传授给佩拉斯吉的妇女们。
μετὰ δὲ ἐξαναστάσης πάσης Πελοποννήσου ὑπὸ Δωριέων ἐξαπώλετο ἡ τελετή, οἱ δὲ ὑπολειφθέντες Πελοποννησίων καὶ οὐκ ἐξαναστάντες Ἀρκάδες διέσωζον αὐτὴν μοῦνοι.
但后来,随着整个伯罗奔尼撒被多利安人驱逐征服,这一祭仪便消亡了;而伯罗奔尼撒人中留下来且未被驱逐的人,即阿卡迪亚人,成了唯独保存它的人。