§2.168.1γέρεα δέ σφι ἦν τάδε ἐξαραιρημένα μούνοισι Αἰγυπτίων πάρεξ τῶν ἱρέων, ἄρουραι ἐξαίρετοι δυώδεκα ἑκάστῳ ἀτελέες.
埃及人中除了祭司之外,唯独他们享有以下特权:每人分得十二阿鲁拉的免税特选土地。
ἡ δὲ ἄρουρα ἑκατὸν πηχέων ἐστὶ Αἰγυπτίων πάντῃ, ὁ δὲ Αἰγύπτιος πῆχυς τυγχάνει ἴσος ἐὼν τῷ Σαμίῳ.
一阿鲁拉相当于四面各一百埃及肘,而埃及肘恰好与萨摩斯肘相等。
§2.168.2ταῦτα μὲν δὴ τοῖσι ἅπασι ἦν ἐξαραιρημένα, τάδε δὲ ἐν περιτροπῇ ἐκαρποῦντο καὶ οὐδαμὰ ὡυτοί.
这些土地是分配给他们所有人的,但以下特权则是轮流享受,绝非同一批人连续享有。
Καλασιρίων χίλιοι καὶ Ἑρμοτυβίων ἐδορυφόρεον ἐνιαυτὸν ἕκαστοι τὸν βασιλέα·
每年有卡拉西里亚人一千名和赫尔莫图比亚人一千名轮流担任国王的卫兵。
τούτοισι ὦν τάδε πάρεξ τῶν ἀρουρέων ἄλλα ἐδίδοτο ἐπʼ ἡμέρῃ ἑκάστῃ, ὀπτοῦ σίτου σταθμὸς πέντε μνέαι ἑκάστῳ, κρεῶν βοέων δύο μνέαι, οἴνου τέσσερες ἀρυστῆρες.
因此,除了土地之外,这些人每天还分得以下其他物品:每人烤面包五米纳重、牛肉二米纳、酒四阿鲁斯特。
ταῦτα τοῖσι αἰεὶ δορυφορέουσι ἐδίδοτο.
这些物品是分给当时担任卫兵的人的。