§2.121B.1ὡς δὲ τυχεῖν τὸν βασιλέα ἀνοίξαντα τὸ οἴκημα, θωμάσαι ἰδόντα τῶν χρημάτων καταδεᾶ τὰ ἀγγήια, οὐκ ἔχειν δὲ ὅντινα ἐπαιτιᾶται, τῶν τε σημάντρων ἐόντων σόων καὶ τοῦ οἰκήματος κεκληιμένου.
当国王偶然打开那间石室时,惊奇地发现装有财宝的容器减少了,但由于封印完好无损,且石室锁得严严实实,他不知该归咎于谁。
ὡς δὲ αὐτῷ καὶ δὶς καὶ τρὶς ἀνοίξαντι αἰεὶ ἐλάσσω φαίνεσθαι τὰ χρήματα (τοὺς γὰρ κλέπτας οὐκ ἀνιέναι κεραΐζοντας), ποιῆσαί μιν τάδε· πάγας προστάξαι ἐργάσασθαι καὶ ταύτας περὶ τὰ ἀγγήια ἐν τοῖσι τὰ χρήματα ἐνῆν στῆσαι.
当他第二次、第三次打开石室,发现财宝总是显得更少时(因为盗贼们并没有停止掠夺),他便采取了如下行动:他命令制作陷阱,并将其布置在装有财宝的容器周围。
§2.121B.2τῶν δὲ φωρῶν ὥσπερ ἐν τῷ πρὸ τοῦ χρόνῳ ἐλθόντων καὶ ἐσδύντος τοῦ ἑτέρου αὐτῶν, ἐπεὶ πρὸς τὸ ἄγγος προσῆλθε, ἰθέως τῇ πάγῃ ἐνέχεσθαι.
盗贼们像往常一样走来,其中一人溜了进去,当他接近那只容器时,便立刻落入了陷阱。
ὡς δὲ γνῶναι αὐτὸν ἐν οἵῳ κακῷ ἦν, ἰθέως καλέειν τὸν ἀδελφεὸν καὶ δηλοῦν αὐτῷ τὰ παρεόντα, καὶ κελεύειν τὴν ταχίστην ἐσδύντα ἀποταμεῖν αὐτοῦ τὴν κεφαλήν, ὅκως μὴ αὐτὸς ὀφθεὶς καὶ γνωρισθεὶς ὃς εἴη προσαπολέσῃ κἀκεῖνον.
当他意识到自己处于何等绝境时,立即呼唤他的兄弟并向其说明现状,催促他尽快溜进来斩下自己的头颅,以免自己被发现并认出身份,从而连累他也一同灭亡。
τῷ δὲ δόξαι εὖ λέγειν, καὶ ποιῆσαί μιν πεισθέντα ταῦτα, καὶ καταρμόσαντα τὸν λίθον ἀπιέναι ἐπʼ οἴκου, φέροντα τὴν κεφαλὴν τοῦ ἀδελφεοῦ.
兄弟认为他说的很有道理,便被说服照做了,随后将石头重新合上,带着兄弟的人头回了家。