§2.117.1κατὰ ταῦτα δὲ τὰ ἔπεα καὶ τόδε τὸ χωρίον οὐκ ἥκιστα ἀλλὰ μάλιστα δηλοῖ ὅτι οὐκ Ὁμήρου τὰ Κύπρια ἔπεα ἐστὶ ἀλλʼ ἄλλου τινός.
根据这些诗句,这一处也极其清楚地表明,《塞浦路斯歌》并不是荷马的作品,而是其他人的。
ἐν μὲν γὰρ τοῖσι Κυπρίοισι εἴρηται ὡς τριταῖος ἐκ Σπάρτης Ἀλέξανδρος ἀπίκετο ἐς τὸ Ἴλιον ἄγων Ἑλένην, εὐαέι τε πνεύματι χρησάμενος καὶ θαλάσσῃ λείῃ· ἐν δὲ Ἰλιάδι λέγει ὡς ἐπλάζετο ἄγων αὐτήν.
因为在《塞浦路斯歌》中说,亚历山大顺着和风与平静的海面,在第三天就带着海伦从斯巴达抵达了伊利翁;而在《伊利亚特》中,他却说自己带着她到处漂泊。