Humanitext Reader

希罗多德 · 历史 §2.116.1-2.116.6

荷马对海伦滞留埃及的知晓与诗篇证据

第 332 段,共 1577 段 · 希腊语

内容简介

希罗多德论证说,荷马也知道海伦到达埃及的这一传说,但因其不适合叙事诗而予以放弃,并引用《伊利亚特》和《奥德赛》中的诗句来证明荷马确实知晓亚历山大在黎凡特及埃及的流浪行程。

§2.116.1Ἑλένης μὲν ταύτην ἄπιξιν παρὰ Πρωτέα ἔλεγον οἱ ἱρέες γενέσθαι·
祭司们说海伦到达普罗透斯那里就是这样发生的。
δοκέει δέ μοι καὶ Ὅμηρος τὸν λόγον τοῦτον πυθέσθαι·
在我看来,荷马似乎也听过这个传说。
ἀλλʼ οὐ γὰρ ὁμοίως ἐς τὴν ἐποποιίην εὐπρεπὴς ἦν τῷ ἑτέρῳ τῷ περ ἐχρήσατο, ἑκὼν μετῆκε αὐτόν, δηλώσας ὡς καὶ τοῦτον ἐπίσταιτο τὸν λόγον·
然而,由于这个传说并不像他实际采用的另一个传说那样适合于叙事诗,他便自愿放弃了它,尽管他表明了他也知道这个传说。
§2.116.2δῆλον δὲ κατὰ ἐποίησε ἐν Ἰλιάδι (καὶ οὐδαμῇ ἄλλῃ ἀνεπόδισε ἑωυτόν) πλάνην τὴν Ἀλεξάνδρου, ὡς ἀπηνείχθη ἄγων Ἑλένην τῇ τε δὴ ἄλλῃ πλαζόμενος καὶ ὡς ἐς Σιδῶνα τῆς Φοινίκης ἀπίκετο.
这一点从他在《伊利亚特》中所作的诗句(而且他在其他任何地方都没有自相矛盾)中显而易见,即关于亚历山大的放浪,他如何在带着海伦时偏离航线,流浪到其他各处,以及他如何到达腓尼基的西顿。
§2.116.3ἐπιμέμνηται δὲ αὐτοῦ ἐν Διομήδεος ἀριστείῃ· λέγει δὲ τὰ ἔπεα ὧδε. " ἔνθʼ ἔσαν οἱ πέπλοι παμποίκιλοι, ἔργα γυναικῶν Σιδονίων, τὰς αὐτὸς Ἀλέξανδρος θεοειδής ἤγαγε Σιδονίηθεν, ἐπιπλὼς εὐρέα πόντον, τὴν ὁδὸν ἣν Ἑλένην περ ἀνήγαγεν εὐπατέρειαν. "
他在《狄奥墨得斯的武勋》中提到了这件事,他是这样叙述这些诗句的:“那里有色彩斑斓的精美长袍,是西顿妇女的手艺,由神一样的亚历山大亲自从西顿带回,当时他乘船越过广阔的海洋,即他带走高贵血统的海伦的那条航线。
§2.116.4ἐπιμέμνηται δὲ καὶ ἐν Ὀδυσσείῃ ἐν τοῖσιδε τοῖσι ἔπεσι. " τοῖα Διὸς θυγάτηρ ἔχε φάρμακα μητιόεντα, ἐσθλά, τά οἱ Πολύδαμνα πόρεν Θῶνος παράκοιτις Αἰγυπτίη, τῇ πλεῖστα φέρει ζείδωρος ἄρουρα φάρμακα, πολλὰ μὲν ἐσθλὰ μεμιγμένα, πολλὰ δὲ λυγρά. "
” 他也在《奥德赛》中的以下诗句中提到了这件事:“宙斯的女儿拥有如此精妙的药物,极其优良,是托恩的妻子、埃及妇女波吕达姆纳送给她的;在那里,育生万物的土地生长出极多的草药,许多混合起来有极佳的疗效,也有许多是有毒的。
§2.116.5καὶ τάδε ἕτερα πρὸς Τηλέμαχον Μενέλεως λέγει. " Αἰγύπτῳ μʼ ἔτι δεῦρο θεοὶ μεμαῶτα νέεσθαι ἔσχον, ἐπεὶ οὔ σφιν ἔρεξα τεληέσσας ἑκατόμβας. "
” 墨涅拉奥斯对忒勒玛科斯说出的另一些话则是:“在埃及,尽管我急于回到这里,神明们依然将我留阻,因为我没有向他们献祭完满的百牛大祭。
§2.116.6ἐν τούτοισι τοῖσι ἔπεσι δηλοῖ ὅτι ἠπίστατο τὴν ἐς Αἴγυπτον Ἀλεξάνδρου πλάνην· ὁμουρέει γὰρ ἡ Συρίη Αἰγύπτῳ, οἱ δὲ Φοίνικες, τῶν ἐστὶ ἡ Σιδών, ἐν τῇ Συρίῃ οἰκέουσι.
在这些诗句中,他表明他知道亚历山大曾流浪到埃及之事;因为叙利亚与埃及相邻,而拥有西顿的腓尼基人就居住在叙利亚。

词汇与语法注释

  1. 2.116.1ἀλλʼ οὐ γὰρ ὁμοίως — 连词 γάρ 通常用来表示原因,但此处它置于主句(ἑκὼν μετῆκε αὐτόν)之前,表示“因为并不……”。或者也可以理解为省略了否定结果:“但是[他没有采用它],因为……”
  2. 2.116.2κατὰ ἐποίησε — 代表 καθ' ἃ ἐποίησε(或 κατὰ ἃ ἐποίησε),其中 ἃ 是关系代词的中性复数宾格,意思是“根据他所创作的内容”或“在他所作的诗句中”。
  3. 2.116.3τὴν ὁδὸν ἣν — 关系代词 ἣν 以 τὴν ὁδὸν 为先行词,并在句中作为动词 ἀνήγαγεν 的同源宾格(cognate accusative)。整句意为“在他带走海伦的那条航线上”。

引用这一段

希罗多德, 历史 §2.116.1-2.116.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.116.1-2.116.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。