Humanitext Reader

希罗多德 · 历史 §2.115.1-2.115.6

普罗透斯审问并驱逐亚历山大

第 331 段,共 1577 段 · 希腊语

内容简介

托尼斯将亚历山大、海伦和请愿者押送到孟斐斯的普罗透斯王那里。普罗透斯审问了亚历山大并揭露其罪行,随后决定为希腊款待者保管海伦和财宝,并命令亚历山大在三天内离开埃及。

§2.115.1ἀκούσας δὲ ταῦτα ὁ Θῶνις συλλαμβάνει τὸν Ἀλέξανδρον καὶ τὰς νέας αὐτοῦ κατίσχει, μετὰ δὲ αὐτόν τε τοῦτον ἀνήγαγε ἐς Μέμφιν καὶ τὴν Ἑλένην τε καὶ τὰ χρήματα, πρὸς δὲ καὶ τοὺς ἱκέτας.
ἀκούσας δὲ ταῦτα ὁ Θῶνις συλλαμβάνει τὸν Ἀλέξανδρον καὶ τὰς νέας αὐτοῦ κατίσχει, μετὰ δὲ αὐτόν τε τοῦτον ἀνήγαγε ἐς Μέμφιν καὶ τὴν Ἑλένην τε καὶ τὰ χρήματα, πρὸς δὲ καὶ τοὺς ἱκέτας. 托尼斯听了这话,便逮捕了亚历山大,扣留了他的船只,随后将他本人、海伦和财宝,以及那些请愿者一同押送往孟斐斯。
§2.115.2ἀνακομισθέντων δὲ πάντων, εἰρώτα τὸν Ἀλέξανδρον ὁ Πρωτεὺς τίς εἴη καὶ ὁκόθεν πλέοι.
ἀνακομισθέντων δὲ πάντων, εἰρώτα τὸν Ἀλέξανδρον ὁ Πρωτεὺς τίς εἴη καὶ ὁκόθεν πλέοι. ὁ δέ οἱ καὶ τὸ γένος κατέλεξε καὶ τῆς πάτρης εἶπε τὸ οὔνομα, καὶ δὴ καὶ τὸν πλόον ἀπηγήσατο ὁκόθεν πλέοι. 当所有人均被押送到达后,普罗透斯询问亚历山大他是谁,从何处航行而来。
ὁ δέ οἱ καὶ τὸ γένος κατέλεξε καὶ τῆς πάτρης εἶπε τὸ οὔνομα, καὶ δὴ καὶ τὸν πλόον ἀπηγήσατο ὁκόθεν πλέοι.
亚历山大便向他交代了自己的身世,说出了祖国的名字,并且还详细陈述了他是从何处起航的航程。
§2.115.3μετὰ δὲ ὁ Πρωτεὺς εἰρώτα αὐτὸν ὁκόθεν τὴν Ἑλένην λάβοι·
μετὰ δὲ ὁ Πρωτεὺς εἰρώτα αὐτὸν ὁκόθεν τὴν Ἑλένην λάβοι· πλανωμένου δὲ τοῦ Ἀλεξάνδρου ἐν τῷ λόῳ καὶ οὐ λέγοντος τὴν ἀληθείην, ἤλεγχον οἱ γενόμενοι ἱκέται, ἐξηγεύμενοι πάντα λόγον τοῦ ἀδικήματος. 随后,普罗透斯又问他是从哪里得到海伦的。
πλανωμένου δὲ τοῦ Ἀλεξάνδρου ἐν τῷ λόγῳ καὶ οὐ λέγοντος τὴν ἀληθείην, ἤλεγχον οἱ γενόμενοι ἱκέται, ἐξηγεύμενοι πάντα λόγον τοῦ ἀδικήματος.
当亚历山大在言辞中闪烁其词、不吐露实情时,那些已经成为请愿者的人便站出来指控他,详细阐明了其罪行的全过程。
§2.115.4τέλος δὲ δή σφι λόγον τόνδε ἐκφαίνει ὁ Πρωτεύς, λέγων ὅτι ἐγὼ εἰ μὴ περὶ πολλοῦ ἡγεύμην μηδένα ξείνων κτείνειν, ὅσοι ὑπʼ ἀνέμων ἤδη ἀπολαμφθέντες ἦλθον ἐς χώρην τὴν ἐμήν, ἐγὼ ἄν σε ὑπὲρ τοῦ Ἕλληνος ἐτισάμην, ὅς, ὦ κάκιστε ἀνδρῶν, ξεινίων τυχὼν ἔργον ἀνοσιώτατον ἐργάσαο· παρὰ τοῦ σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες. καὶ μάλα ταῦτά τοι οὐκ ἤρκεσε, ἀλλʼ ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων ἐκκλέψας.
τέλος δὲ δή σφι λόγον τόνδε ἐκφαίνει ὁ Πρωτεύς, λέγων ὅτι ἐγὼ εἰ μὴ περὶ πολλοῦ ἡγεύμην μηδένα ξείνων κτείνειν, ὅσοι ὑπʼ ἀνέμων ἤδη ἀπολαμφθέντες ἦλθον ἐς χώρην τὴν ἐμήν, ἐγὼ ἄν σε ὑπὲρ τοῦ Ἕλληνος ἐτισάμην, ὅς, ὦ κάκιστε ἀνδρῶν, ξεινίων τυχὼν ἔργον ἀνοσιώτατον ἐργάσαο· παρὰ τοῦ σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες. καὶ μάλα ταῦτά τοι οὐκ ἤρκεσε, ἀλλʼ ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων ἐκκλέψας. 最后,普罗透斯对他们宣告了如下这番话,说道:“如果我不认为绝不杀害任何因遭遇风暴而来到我领土的异乡人是一件极重要的大事,我早就为了那个希腊人而向你复仇了。 你这个最恶劣的家伙,在受到了款待之后,竟干出了最不敬的勾当。 你竟然从你自己的款待者那里带走了他的妻子。 而且,这竟然还不能让你满足,你甚至蛊惑了她,将她拐骗并带走。
§2.115.5καὶ οὐδὲ ταῦτά τοι μοῦνα ἤρκεσε, ἀλλὰ καὶ οἰκία τοῦ ξείνου κεραΐσας ἥκεις.
καὶ οὐδὲ ταῦτά τοι μοῦνα ἤρκεσε, ἀλλὰ καὶ οἰκία τοῦ ξείνου κεραΐσας ἥκεις. 不仅如此,这还不能让你满足,你竟然还洗劫了款待者的家,然后来到了这里。
§2.115.6νῦν ὦν ἐπειδὴ περὶ πολλοῦ ἥγημαι μὴ ξεινοκτονέειν, γυναῖκα μὲν ταύτην καὶ τὰ χρήματα οὔ τοι προήσω ἀπάγεσθαι, ἀλλʼ αὐτὰ ἐγὼ τῷ Ἕλληνι ξείνῳ φυλάξω, ἐς ὃ ἂν αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ·
νῦν ὦν ἐπειδὴ περὶ πολλοῦ ἥγημαι μὴ ξεινοκτονέειν, γυναῖκα μὲν ταύτην καὶ τὰ χρήματα οὔ τοι προήσω ἀπάγεσθαι, ἀλλʼ αὐτὰ ἐγὼ τῷ Ἕλληνι ξείνῳ φυλάξω, ἐς ὃ ἂν αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ· αὐτὸν δέ σε καὶ τοὺς σοὺς συμπλόους τριῶν ἡμερέων προαγορεύω ἐκ τῆς ἐμῆς γῆς ἐς ἄλλην τινὰ μετορμίζεσθαι, εἰ δὲ μή, ἅτε πολεμίους περιέψεσθαι. 因此现在,既然我认为绝不杀害异乡人是一件极其重要的事,我就绝不会允许你把这个女人和财宝带走,而是由我亲自为那位希腊款待者保管,直到他本人亲自前来并希望带走他们为止。
αὐτὸν δέ σε καὶ τοὺς σοὺς συμπλόους τριῶν ἡμερέων προαγορεύω ἐκ τῆς ἐμῆς γῆς ἐς ἄλλην τινὰ μετορμίζεσθαι, εἰ δὲ μή, ἅτε πολεμίους περιέψεσθαι.
至于你本人和你的同船同伴,我命令你们在三天之内从我的土地移往其他随便什么地方去,否则,你们将被作为敌人对待。 ”

词汇与语法注释

  1. §2.115.4εἰ μὴ περὶ πολλοῦ ἡγεύμην ... ἐγὼ ἄν σε ... ἐτισάμην — 虚拟条件句。条件从句中的未完成过去时(ἡγεύμην)表示过去持续的状态(或与现在事实相反的状态),而主句中带有 ἄν 的不定过去时(ἄν ... ἐτισάμην)则表示过去未曾发生的事实(“我早就向你复仇了”)。
  2. §2.115.4παρὰ τοῦ σεωυτοῦ ξείνου τὴν γυναῖκα ἦλθες — ἦλθες(ἔρχομαι 的不定过去时)既可以表示“来”,也可以表示“去、离开”。与 παρά + 属格(从……那里)连用,表示“你从你自己的款待者那里[带走了]他的妻子”。宾格 τὴν γυναῖκα 是由于 ἦλθες 含有“带走”的隐含意义而作为直接宾语,或者需要补充省略的分词(如 ἔχων)。
  3. §2.115.4ἀναπτερώσας αὐτὴν οἴχεαι ἔχων ἐκκλέψας — 动词 οἴχομαι(去、走)与分词 ἔχων(具有、带着)连用,构成惯用表达 οἴχομαι ἔχων,意为“带走、携……而去”。在此基础上,另外两个不定过去时分词 ἀναπτερώσας(蛊惑、煽动)和 ἐκκλέψας(拐骗、偷走)也同时修饰主句动词 οἴχεαι(你已经离去)。
  4. §2.115.6ἐς ὃ ἂν αὐτὸς ἐλθὼν ἐκεῖνος ἀπαγαγέσθαι ἐθέλῃ — ἐς ὅ 相当于 ἕως,意为“直到……时”。与 ἄν 及虚拟语气动词 ἐθέλῃ 连用,构成表示未来不确定时间的状语从句(“直到他本人希望……时”)。主语由强调人称代名词 αὐτὸς ... ἐκεῖνος(他本人)来加强语气。
  5. §2.115.6ἅτε πολεμίους περιέψεσθαι — 不定式 περιέψεσθαι 是 περιέπω(对待、处理)的将来中间态,在此处具有被动意义(“将被对待”)。由连词 ἅτε(作为)引导,是隶属于主句动词 προαγορεύω(宣布、命令)的“宾格加不定式”结构的一部分,表示其主语(“你和你的同伴”)将“被作为敌人对待”。

引用这一段

希罗多德, 历史 §2.115.1-2.115.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:2.115.1-2.115.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。