§2.109.1τούτων μὲν δὴ εἵνεκα κατετμήθη ἡ Αἴγυπτος.
正是因为这些原因,埃及的国土才被分割开来。
κατανεῖμαι δὲ τὴν χώρην Αἰγυπτίοισι ἅπασι τοῦτον ἔλεγον τὸν βασιλέα, κλῆρον ἴσον ἑκάστῳ τετράγωνον διδόντα, καὶ ἀπὸ τούτου τὰς προσόδους ποιήσασθαι, ἐπιτάξαντα ἀποφορὴν ἐπιτελέειν κατʼ ἐνιαυτόν.
据人们说,这位国王把土地分配给所有的埃及人,给每个人一块相等的正方形土地,并规定他们每年须缴纳一定的税赋,由此作为他自己的收入来源。
§2.109.2εἰ δὲ τινὸς τοῦ κλήρου ὁ ποταμός τι παρέλοιτο, ἐλθὼν ἂν πρὸς αὐτὸν ἐσήμαινε τὸ γεγενημένον· ὁ δὲ ἔπεμπε τοὺς ἐπισκεψομένους καὶ ἀναμετρήσοντας ὅσῳ ἐλάσσων ὁ χῶρος γέγονε, ὅκως τοῦ λοιποῦ κατὰ λόγον τῆς τεταγμένης ἀποφορῆς τελέοι.
如果河水冲走了某人土地的一部,那人就会去见国王,报告发生的事情;国王便会派遣官员去视察并重新测量土地缩小了多少,以便此后他可以按照原定税额的比例减少并缴纳税赋。
§2.109.3δοκέει δέ μοι ἐνθεῦτεν γεωμετρίη εὑρεθεῖσα ἐς τὴν Ἑλλάδα ἐπανελθεῖν· πόλον μὲν γὰρ καὶ γνώμονα καὶ τὰ δυώδεκα μέρεα τῆς ἡμέρης παρὰ Βαβυλωνίων ἔμαθον οἱ Ἕλληνες.
在我看来,几何学正是由此发源,并从那里传入了希腊;因为至于日晷、日晷指针以及一日的十二等分,希腊人是从巴比伦人那里学来的。