Humanitext Reader

希罗多德 · 历史 §1.9.1-1.9.3

坎道列斯安排吉格斯窥视王后的计划

第 9 段,共 1577 段 · 希腊语

内容简介

面对吉格斯的拒绝,坎道列斯提出了一个具体计划,好让吉格斯能在不被发现的情况下看见他妻子的裸体。

§1.9.1ὃ μὲν δὴ λέγων τοιαῦτα ἀπεμάχετο, ἀρρωδέων μὴ τί οἱ ἐξ αὐτῶν γένηται κακόν, ὃ δʼ ἀμείβετο τοῖσιδε. θάρσεε, Γύγη, καὶ μὴ φοβεῦ μήτε ἐμέ, ὡς σέο πειρώμενος λέγω λόγον τόνδε, μήτε γυναῖκα τὴν ἐμήν, μὴ τὶ τοι ἐξ αὐτῆς γένηται βλάβος.
他确实用这番话极力推辞,唯恐因此给自己招来什么祸殃;但另一位却这样回答道:“放心吧,吉格斯,既不要怕我,以为我用这话是在试探你,也不要怕我的妻子,担心她会给你带来什么伤害。
ἀρχήν γὰρ ἐγὼ μηχανήσομαι οὕτω ὥστε μηδέ μαθεῖν μιν ὀφθεῖσαν ὑπὸ σεῦ.
因为从一开始,我就会设法做到让她完全察觉不到自己已被你看见。
§1.9.2ἐγὼ γάρ σε ἐς τὸ οἴκημα ἐν τῷ κοιμώμεθα ὄπισθε τῆς ἀνοιγομένης θύρης στήσω.
因为我要把你安置在我们睡觉的那个房间里,就在打开的门后面。
μετὰ δʼ ἐμὲ ἐσελθόντα παρέσται καὶ ἡ γυνὴ ἡ ἐμὴ ἐς κοῖτον.
在我进去之后,我的妻子也会进来准备就寝。
κεῖται δὲ ἀγχοῦ τῆς ἐσόδου θρόνος· ἐπὶ τοῦτον τῶν ἱματίων κατὰ ἕν ἕκαστον ἐκδύνουσα θήσει, καὶ κατʼ ἡσυχίην πολλὴν παρέξει τοι θεήσασθαι.
门口附近放着一把椅子,她会把衣服一件一件脱下来放在上面,这样你就可以极其安详地看着她了。
§1.9.3ἐπεὰν δέ ἀπὸ τοῦ θρόνου στείχῃ ἐπὶ τὴν εὐνήν κατὰ νώτου τε αὐτῆς γένῃ, σοὶ μελέτω τὸ ἐνθεῦτεν ὅκως μὴ σε ὄψεται ἰόντα διὰ θυρέων.
而当她从椅子走向床榻、你也到了她的身后时,接下来的事就要由你留心了,千万不要让她看见你从门里走出去。 ”

词汇与语法注释

  1. §1.9.1ἀρχήν — 关系副词性宾格。通常与否定词连用表示“完全不”或“根本不”,在此处它与后面带有否定词 μηδέ 的 ὥστε 引导的从句相呼应,表示“从一开始”或“根本(不)”。
  2. §1.9.1μαθεῖν μιν ὀφθεῖσαν — 动词 μανθάνω(此处为不定式 μαθεῖν)带分词,表示“发觉或得知某事”。这里 μιν(αὐτήν 的爱奥尼亚方言形式,作宾格主语)与被动分词 ὀφθεῖσαν 连用作其补足语。
  3. §1.9.2μετὰ δʼ ἐμὲ ἐσελθόντα — 介词 μετά 接宾格代词和相一致的分词,意为“在我进去之后”。类似于拉丁语的“ab urbe condita”结构,代词和分词的结合体共同构成了介词的宾语。
  4. §1.9.3ὅκως μὴ σε ὄψεται — ὅκως 是 ὅπως 的爱奥尼亚方言形式。跟在表示努力或留心的表达(此处为 σοὶ μελέτω,“由你留心”)之后,用 ὅπως/ὅκως 接将来直说法的动词(ὄψεται),表示预防或努力达到的目标:“留心不让她看见你”。

引用这一段

希罗多德, 历史 §1.9.1-1.9.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.9.1-1.9.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。