Humanitext Reader

希罗多德 · 历史 §1.74.1-1.74.5

日食导致吕底亚与米底停战媾和

第 74 段,共 1577 段 · 希腊语

内容简介

吕底亚与米底之间持续五年的势均力敌的战争,在第六年因一场突如其来的日食(泰勒斯曾对此做出预言)而走向和平。在基利家和巴比伦的调停下,双方通过联姻结盟,并举行了互相吮吸鲜血的独特盟约仪式。

§1.74.1μετὰ δὲ ταῦτα, οὐ γὰρ δὴ ὁ Ἀλυάττης ἐξεδίδου τοὺς Σκύθας ἐξαιτέοντι Κυαξάρῃ, πόλεμος τοῖσι Λυδοῖσι καὶ τοῖσι Μήδοισι ἐγεγόνεε ἐπʼ ἔτεα πέντε, ἐν τοῖσι πολλάκις μὲν οἱ Μῆδοι τοὺς Λυδοὺς ἐνίκησαν, πολλάκις δὲ οἱ Λυδοὶ τοὺς Μήδους, ἐν δὲ καὶ νυκτομαχίην τινὰ ἐποιήσαντο·
此后,由于阿吕亚铁斯没有将斯基泰人交给前来索要的基亚克萨雷斯,吕底亚人和米底人之间爆发了持续五年的战争。 在这期间,米底人经常击败吕底亚人,吕底亚人也经常击败米底人,他们甚至还进行过一次夜战。
§1.74.2διαφέρουσι δέ σφι ἐπὶ ἴσης τὸν πόλεμον τῷ ἕκτῳ ἔτεϊ συμβολῆς γενομένης συνήνεικε ὥστε τῆς μάχης συνεστεώσης τὴν ἡμέρην ἐξαπίνης νύκτα γενέσθαι.
在他们不分胜负地进行战争的第六年,当一次交战发生时,碰巧在战斗进行中,白天突然变成了黑夜。
τὴν δὲ μεταλλαγὴν ταύτην τῇ ἡμέρης Θαλῆς ὁ Μιλήσιος τοῖσι Ἴωσι προηγόρευσε ἔσεσθαι, οὖρον προθέμενος ἐνιαυτὸν τοῦτον ἐν τῷ δὴ καὶ ἐγένετο ἡ μεταβολή.
米利都的泰勒斯曾向伊奥尼亚人预言过这次白天的交替,并将这变化实际发生的这一年设定为期限。
§1.74.3οἱ δὲ Λυδοί τε καὶ οἱ Μῆδοι ἐπείτε εἶδον νύκτα ἀντὶ ἡμέρης γενομένην, τῆς μάχης τε ἐπαύσαντο καὶ μᾶλλόν τι ἔσπευσαν καὶ ἀμφότεροι εἰρήνην ἑωυτοῖσι γενέσθαι.
吕底亚人和米底人看到黑夜代替了白天,便停止了战斗,双方都更加急切地希望在他们之间达成和平。
οἱ δὲ συμβιβάσαντες αὐτοὺς ἦσαν οἵδε, Συέννεσίς τε ὁ Κίλιξ καὶ Λαβύνητος ὁ Βαβυλώνιος.
促成他们和解的是以下的人:基利家人舒恩内西斯和巴比伦人拉布内托斯。
§1.74.4οὗτοί σφι καὶ τὸ ὅρκιον οἱ σπεύσαντες γενέσθαι ἦσαν καὶ γάμων ἐπαλλαγὴν ἐποίησαν· Ἀλυάττεα γὰρ ἔγνωσαν δοῦναι τὴν θυγατέρα Ἀρύηνιν Ἀστυάγεϊ τῷ Κυαξάρεω παιδί·
正是这些人促成了他们盟约的缔结,并使他们结成了姻亲关系;因为他们决定,阿吕亚铁斯应当将女儿阿吕埃尼斯嫁给基亚克萨雷斯之子阿斯提阿格斯。
ἄνευ γὰρ ἀναγκαίης ἰσχυρῆς συμβάσιες ἰσχυραὶ οὐκ ἐθέλουσι συμμένειν.
因为如果没有强有力的约束,强固的协议是无法持久的。
§1.74.5ὅρκια δὲ ποιέεται ταῦτα τὰ ἔθνεα τὰ πέρ τε Ἕλληνες, καὶ πρὸς τούτοισι, ἐπεὰν τοὺς βραχίονας ἐπιτάμωνται ἐς τὴν ὁμοχροίην, τὸ αἷμα ἀναλείχουσι ἀλλήλων.
这些民族缔结盟约的方式与希腊人相同,此外,当他们在手臂的皮肤上割开浅口时,还会互相吮吸对方的血。

词汇与语法注释

  1. §1.74.2διαφέρουσι δέ σφι ἐπὶ ἴσης τὸν πόλεμον — 现在分词与格复数 διαφέρουσι 与紧随其后的与格代名词 σφι(“对于他们”)一致。此处 διαφέρω 意为“持续(战争)”,整句构成表示关涉或体验的与格结构,修饰主句的无人称动词 συνήνεικε(“发生了……”),意为“对于势均力敌地持续战争的他们而言”。
  2. §1.74.4Ἀλυάττεα γὰρ ἔγνωσαν δοῦναι — ἔγνωσαν(γιγνώσκω 的第三人称复数不定过去时直陈式)的主语在上下文里是指前一句中提到的调停者(舒恩内西斯和拉布内托斯)。此词意为“他们决定”或“裁定”,后接以 Ἀλυάττεα 为逻辑主语的带介词/宾格不定式结构(δοῦναι)。
  3. §1.74.5ἐς τὴν ὁμοχροίην — 字面意思是“直到相同的肤色”,但在此处引申为“到皮肤表层”或“浅浅地”割开。它描述的是仅割破表皮使血渗出,而非深深刻入肌肉。

引用这一段

希罗多德, 历史 §1.74.1-1.74.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.74.1-1.74.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。