§1.74.1μετὰ δὲ ταῦτα, οὐ γὰρ δὴ ὁ Ἀλυάττης ἐξεδίδου τοὺς Σκύθας ἐξαιτέοντι Κυαξάρῃ, πόλεμος τοῖσι Λυδοῖσι καὶ τοῖσι Μήδοισι ἐγεγόνεε ἐπʼ ἔτεα πέντε, ἐν τοῖσι πολλάκις μὲν οἱ Μῆδοι τοὺς Λυδοὺς ἐνίκησαν, πολλάκις δὲ οἱ Λυδοὶ τοὺς Μήδους, ἐν δὲ καὶ νυκτομαχίην τινὰ ἐποιήσαντο· §1.74.2διαφέρουσι δέ σφι ἐπὶ ἴσης τὸν πόλεμον τῷ ἕκτῳ ἔτεϊ συμβολῆς γενομένης συνήνεικε ὥστε τῆς μάχης συνεστεώσης τὴν ἡμέρην ἐξαπίνης νύκτα γενέσθαι. τὴν δὲ μεταλλαγὴν ταύτην τῇ ἡμέρης Θαλῆς ὁ Μιλήσιος τοῖσι Ἴωσι προηγόρευσε ἔσεσθαι, οὖρον προθέμενος ἐνιαυτὸν τοῦτον ἐν τῷ δὴ καὶ ἐγένετο ἡ μεταβολή. §1.74.3οἱ δὲ Λυδοί τε καὶ οἱ Μῆδοι ἐπείτε εἶδον νύκτα ἀντὶ ἡμέρης γενομένην, τῆς μάχης τε ἐπαύσαντο καὶ μᾶλλόν τι ἔσπευσαν καὶ ἀμφότεροι εἰρήνην ἑωυτοῖσι γενέσθαι. οἱ δὲ συμβιβάσαντες αὐτοὺς ἦσαν οἵδε, Συέννεσίς τε ὁ Κίλιξ καὶ Λαβύνητος ὁ Βαβυλώνιος. §1.74.4οὗτοί σφι καὶ τὸ ὅρκιον οἱ σπεύσαντες γενέσθαι ἦσαν καὶ γάμων ἐπαλλαγὴν ἐποίησαν· Ἀλυάττεα γὰρ ἔγνωσαν δοῦναι τὴν θυγατέρα Ἀρύηνιν Ἀστυάγεϊ τῷ Κυαξάρεω παιδί· ἄνευ γὰρ ἀναγκαίης ἰσχυρῆς συμβάσιες ἰσχυραὶ οὐκ ἐθέλουσι συμμένειν. §1.74.5ὅρκια δὲ ποιέεται ταῦτα τὰ ἔθνεα τὰ πέρ τε Ἕλληνες, καὶ πρὸς τούτοισι, ἐπεὰν τοὺς βραχίονας ἐπιτάμωνται ἐς τὴν ὁμοχροίην, τὸ αἷμα ἀναλείχουσι ἀλλήλων.
[] この後、アリュアッテスが、引き渡しを要求するキュアクサレスにスキタイ人たちを引き渡さなかったため、リュディア人とメディア人の間で五年間戦争が続いた。その間、メディア人がしばしばリュディア人を破り、またリュディア人もメディア人をしばしば破り、さらにその中には夜戦も一回行われた。 [] 彼らが互角に戦争を続けていた六年目のこと、戦闘が起こったが、戦いがたけなわの時に、突然昼が夜になるということが起きた。ミレトスのタレスは、この昼の変化が起こることをあらかじめイオニア人たちに予告しており、その変化が実際に起こったまさにこの年を期限として定めていた。 [] リュディア人とメディア人は、昼の代わりに夜が訪れたのを見ると、戦闘をやめ、双方が互いの間に和平が成立することをいっそう急いで望んだ。彼らを和解させたのは、キリキア人のシュエンネシスとバビロン人のラブネトスであった。 [] 彼らこそが、両者の間に誓約が結ばれるよう尽力した者たちであり、また婚姻による結びつきをも作らせた。すなわち、アリュアッテスがその娘アリュエニスを、キュアクサレスの息子アスティアゲスに嫁がせるべきであると彼らが決定したのである。なぜなら、強力な強制力がなければ、強固な合意も維持され得ないからである。 [] これらの民族は、ギリシア人と同じ方法で誓約を交わすが、これに加えて、腕の皮膚に浅い傷をつけ、互いの血をなめ合うのである。