§1.73.1ἐστρατεύετο δὲ ὁ Κροῖσος ἐπὶ τὴν Καππαδοκίην τῶνδε εἵνεκα, καὶ γῆς ἱμέρῳ προσκτήσασθαι πρὸς τὴν ἑωυτοῦ μοῖραν βουλόμενος, καὶ μάλιστα τῷ χρηστηρίῳ πίσυνος ἐὼν καὶ τίσασθαι θέλων ὑπὲρ Ἀστυάγεος Κῦρον.
克洛伊索斯对卡帕多西亚发动战争的原因如下:一方面由于对土地的渴望,他想要将其并入自己的领土;而最主要的是,他深信神谕,并且想要为了阿斯提阿格斯而惩罚居鲁士。
§1.73.2Ἀστυάγεα γὰρ τὸν Κυαξάρεω, ἐόντα Κροίσου μὲν γαμβρὸν Μήδων δὲ βασιλέα, Κῦρος ὁ Καμβύσεω καταστρεψάμενος εἶχε, γενόμενον γαμβρὸν Κροίσῳ ὧδε.
因为基亚克萨雷斯之子阿斯提阿格斯——他既是克洛伊索斯的姻亲,又是米底人的国王——已被甘比西斯之子居鲁士征服并囚禁;而他成为克洛伊索斯的姻亲,过程如下。
§1.73.3Σκυθέων τῶν νομάδων εἴλῃ ἀνδρῶν στασιάσασα ὑπεξῆλθε ἐς γῆν τὴν Μηδικήν·
一伙游牧的斯基泰人因发生内讧,秘密逃往米底人的土地。
ἐτυράννευε δὲ τὸν χρόνον τοῦτον Μήδων Κυαξάρης ὁ Φραόρτεω τοῦ Δηιόκεω, ὃς τοὺς Σκύθας τούτους τὸ μὲν πρῶτον περιεῖπε εὖ ὡς ἐόντας ἱκέτας·
当时统治米底人的是戴奥凯斯之子弗拉奥尔特斯之子基亚克萨雷斯,他起初将这些斯基泰人当作求庇护者而友善对待。
ὥστε δὲ περὶ πολλοῦ ποιεόμενος αὐτούς, παῖδάς σφι παρέδωκε τὴν γλῶσσάν τε ἐκμαθεῖν καὶ τὴν τέχνην τῶν τόξων.
由于非常器重他们,他把一些孩子交托给他们,以学习他们的语言和弓箭技术。
§1.73.4χρόνου δὲ γενομένου, καὶ αἰεὶ φοιτεόντων τῶν Σκυθέων ἐπʼ ἄγρην καὶ αἰεί τι φερόντων, καὶ κοτε συνήνεικε ἑλεῖν σφεας μηδέν·
随着时间推移,斯基泰人总是出去打猎,也总是带回猎物,但有一次碰巧他们什么也没捕到。
νοστήσαντας δὲ αὐτοὺς κεινῇσι χερσὶ ὁ Κυαξάρης (ἦν γάρ, ὡς διέδεξε, ὀργὴν ἄκρος) τρηχέως κάρτα περιέσπε ἀεικείῃ.
当他们空手而归时,基亚克萨雷斯(因为正如他后来所表现的那样,他是个脾气极其暴躁的人)极粗暴且带有侮辱性地对待了他们。
§1.73.5οἳ δὲ ταῦτα πρὸς Κυαξάρεω παθόντες, ὥστε ἀνάξια σφέων αὐτῶν πεπονθότες, ἐβούλευσαν τῶν παρὰ σφίσι διδασκομένων παίδων ἕνα κατακόψαι, σκευάσαντες δὲ αὐτὸν ὥσπερ ἐώθεσαν καὶ τὰ θηρία σκευάζειν, Κυαξάρῃ δοῦναι φέροντες ὡς ἄγρην δῆθεν, δόντες δὲ τὴν ταχίστην κομίζεσθαι παρὰ Ἀλυάττεα τὸν Σαδυάττεω ἐς Σάρδις.
他们受到基亚克萨雷斯的这种对待后,认为自己遭受了不相称的屈辱,于是密谋将由他们教导的孩子中的一个宰杀,并像他们平时处理野兽那样将他烹制,然后带去送给基亚克萨雷斯,假称是猎物;送完之后,他们便企图以最快的速度逃往萨迪亚特斯之子阿吕亚铁斯那里,前往萨尔迪斯。
§1.73.6ταῦτα καὶ ἐγένετο.
事情果然这样发生了。
καὶ γὰρ Κυαξάρης καὶ οἱ παρεόντες δαιτυμόνες τῶν κρεῶν τούτων ἐπάσαντο, καὶ οἱ Σκύθαι ταῦτα ποιήσαντες Ἀλυάττεω ἱκέται ἐγένοντο.
因为基亚克萨雷斯和在座的宾客都品尝了这些肉,而斯基泰人做完这件事后,便成了阿吕亚铁斯的求庇护者。