§1.64.1πειθομένων δὲ τῶν Ἀθηναίων, οὕτω δὴ Πεισίστρατος τὸ τρίτον σχὼν Ἀθήνας ἐρρίζωσε τὴν τυραννίδα ἐπικούροισί τε πολλοῖσι καὶ χρημάτων συνόδοισι, τῶν μὲν αὐτόθεν τῶν δὲ ἀπὸ Στρυμόνος ποταμοῦ συνιόντων, ὁμήρους τε τῶν παραμεινάντων Ἀθηναίων καὶ μὴ αὐτίκα φυγόντων παῖδας λαβὼν καὶ καταστήσας ἐς Νάξον §1.64.2(καὶ γὰρ ταύτην ὁ Πεισίστρατος κατεστρέψατο πολέμῳ καὶ ἐπέτρεψε Λυγδάμι) πρὸς τε ἔτι τούτοισι τὴν νῆσον Δῆλον καθήρας ἐκ τῶν λογίων καθήρας δὲ ὧδε·
当雅典人听从这一劝告时,庇西特拉图便如此第三次占领了雅典,并依靠大量的雇佣军和集聚的资金——这些资金一部分来自本地,一部分来自斯特里蒙河畔——巩固了他的僭主统治。 他还将那些留在当地、未曾立即逃亡的雅典人的孩子们扣为人质,并安置在纳克索斯岛(因为庇西特拉图也曾通过战争征服了这座岛,并将其托付给吕格达米斯)。 此外,除这些措施之外,他还根据神谕净化了德洛斯岛。
ἐπʼ ὅσον ἔποψις τοῦ ἱροῦ εἶχε, ἐκ τούτου τοῦ χώρου παντὸς ἐξορύξας τοὺς νεκροὺς μετεφόρεε ἐς ἄλλον χῶρον τῆς Δήλου.
他净化的方式如下:在神殿视线所及的所有区域内,他将死尸全部掘出,并转移到德洛斯岛的其他地方。
§1.64.3καὶ Πεισίστρατος μὲν ἐτυράννευε Ἀθηνέων, Ἀθηναίων δὲ οἳ μὲν ἐν τῇ μάχη ἐπεπτώκεσαν, οἳ δὲ αὐτῶν μετʼ Ἀλκμεωνιδέων ἔφευγον ἐκ τῆς οἰκηίης.
于是,庇西特拉图统治着雅典人,而在雅典人当中,有的人已在战斗中阵亡,有的人则随同阿尔克美翁家族一起逃离了家园。