Humanitext Reader

希罗多德 · 历史 §1.51.1-1.51.5

克罗伊斯献于德尔斐的金银混酒器与宝物

第 51 段,共 1577 段 · 希腊语

内容简介

记述克罗伊斯向德尔斐奉献的金银巨大混酒器及其他宝物,详细说明了其特征、移置经过以及关于铭文的虚假说法。

§1.51.1ἐπιτελέσας δὲ ὁ Κροῖσος ταῦτα ἀπέπεμπε ἐς Δελφούς, καὶ τάδε ἄλλα ἅμα τοῖσι, κρητῆρας δύο μεγάθεϊ μεγάλους, χρύσεον καὶ ἀργύρεον, τῶν ὁ μὲν χρύσεος ἔκειτο ἐπὶ δεξιὰ ἐσιόντι ἐς τὸν νηόν, ὁ δὲ ἀργύρεος ἐπʼ ἀριστερά.
克罗伊斯在完成这些物品后,便将它们送往德尔斐,同时也送去了以下其他物品:两尊体积巨大的混酒器,一尊是金制的,另一尊是银制的。 其中,金制的那尊在进入神殿时位于右侧,银制的那尊则在左侧。
§1.51.2μετεκινήθησαν δὲ καὶ οὗτοι ὑπὸ τὸν νηὸν κατακαέντα καὶ ὁ μὲν χρύσεος κεῖται ἐν τῷ Κλαζομενίων θησαυρῷ, ἕλκων σταθμὸν εἴνατον ἡμιτάλαντον καὶ ἔτι δυώδεκα μνέας, ὁ δὲ ἀργύρεος ἐπὶ τοῦ προνηίου τῆς γωνίης, χωρέων ἀμφορέας ἑξακοσίους· ἐπικίρναται γὰρ ὑπὸ Δελφῶν Θεοφανίοισι.
神殿被烧毁时,这两尊混酒器也被移走了。 如今,金制的那尊存放在克拉佐门尼人的宝库中,重量为八塔兰同半,此外还有十二米纳;银制的那尊则放在前殿的角落里,容量达六百双耳瓶,因为在神显节时,德尔斐人会用它来调酒。
§1.51.3φασὶ δὲ μιν Δελφοὶ Θεοδώρου τοῦ Σαμίου ἔργον εἶναι, καὶ ἐγὼ δοκέω· οὐ γὰρ τὸ συντυχὸν φαίνεταί μοι ἔργον εἶναι.
德尔斐人说这是萨摩斯人狄奥多罗斯的作品,我也这样认为,因为在我看来,这绝非寻常的作品。
καὶ πίθους τε ἀργυρέους τέσσερας ἀπέπεμψε, οἳ ἐν τῷ Κορινθίων θησαυρῷ ἑστᾶσι, καὶ περιρραντήρια δύο ἀνέθηκε, χρύσεόν τε καὶ ἀργύρεον, τῶν τῷ χρυσέῳ ἐπιγέγραπται Λακεδαιμονίων φαμένων εἶναι ἀνάθημα, οὐκ ὀρθῶς λέγοντες·
此外,他还送去了四个银质的大瓮,它们立在科林斯人的宝库中;他又奉献了两个洒水器,一个是金制的,一个是银制的。 在金制的那座洒水器上,刻有声称是拉刻代蒙人奉献物的铭文,但他们的说法是不正确的。
§1.51.4ἔστι γὰρ καὶ τοῦτο Κροίσου, ἐπέγραψε δὲ τῶν τις Δελφῶν Λακεδαιμονίοισι βουλόμενος χαρίζεσθαι, τοῦ ἐπιστάμενος τὸ οὔνομα οὐκ ἐπιμνήσομαι.
因为这件物品也是克罗伊斯的,而是德尔斐人中的某一个想要讨好拉刻代蒙人而刻上了铭文。 我虽知道那个人的名字,但不会提及。
ἀλλʼ ὁ μὲν παῖς, διʼ οὗ τῆς χειρὸς ῥέει τὸ ὕδωρ, Λακεδαιμονίων ἐστί, οὐ μέντοι τῶν γε περιρραντηρίων οὐδέτερον.
不过,那个手中流出水的少年雕像确实是拉刻代蒙人的,然而那两个洒水器中没有一个属于他们。
§1.51.5ἄλλα τε ἀναθήματα οὐκ ἐπίσημα πολλὰ ἀπέπεμψε ἅμα τούτοισι ὁ Κροῖσος, καὶ χεύματα ἀργύρεα κυκλοτερέα, καὶ δὴ καὶ γυναικὸς εἴδωλον χρύσεον τρίπηχυ, τὸ Δελφοὶ τῆς ἀρτοκόπου τῆς Κροίσου εἰκόνα λέγουσι εἶναι.
克罗伊斯在送去这些的同时,还送去了许多没有刻名号的其他奉献物,包括一些圆形的银盘,尤其是尊高达三腕尺的金质女性雕像,德尔斐人说这是克罗伊斯的面包女师傅的像。
πρὸς δὲ καὶ τῆς ἑωυτοῦ γυναικὸς τὰ ἀπὸ τῆς δειρῆς ἀνέθηκε ὁ Κροῖσος καὶ τὰς ζώνας.
此外,克罗伊斯还奉献了他妻子的首饰和腰带。

词汇与语法注释

  1. 1.51.1ἐσιόντι — 现在分词的与格。作为表示参照或立足点的与格,意为“对于进入(神殿)的人而言”。
  2. 1.51.2εἴνατον ἡμιτάλαντον — 希腊语特有的分数表达方式,字面意为“第九个的一半”,表示“八个半塔兰同”(即八个完整的塔兰同加上第九个的一半)。
  3. 1.51.3λέγοντες — 主格复数分词。虽然逻辑上的主语是由属格 Λακεδαιμονίων(及分词 φαμένων)所指的拉刻代蒙人,但此处使用了主格分词 λέγοντες,构成了句法上的不一致(破格/破折句法)。
  4. 1.51.4τοῦ — 关系代名词的属格(爱奥尼亚方言形式,相当于雅典方言的 οὗ)。其先行词是前句中的 τις(某人),作为 τὸ οὔνομα(名字)的属格,与分词 ἐπιστάμενος(知道)一起构成“我虽知道其名字的(那个人)”。

引用这一段

希罗多德, 历史 §1.51.1-1.51.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.51.1-1.51.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。