§1.50.1μετὰ δὲ ταῦτα θυσίῃσι μεγάλῃσι τὸν ἐν Δελφοῖσι θεὸν ἱλάσκετο·
此后,他举行盛大的祭祀以取悦德尔斐的神明。
κτήνεά τε γὰρ τὰ θύσιμα πάντα τρισχίλια ἔθυσε, κλίνας τε ἐπιχρύσους καὶ ἐπαργύρους καὶ φιάλας χρυσέας καὶ εἵματα πορφύρεα καὶ κιθῶνας, νήσας πυρὴν μεγάλην, κατέκαιε, ἐλπίζων τὸν θεὸν μᾶλλον τι τούτοισι ἀνακτήσεσθαι·
因为他宰杀了各种可作牺牲的牲畜各三千头,并且筑起一座巨大的柴堆,在上面烧毁了镀金和镀银的床榻、金质的平底碗、紫色的外衣和长衫,期望以此能更多地赢得神明的心。
Λυδοῖσι τε πᾶσι προεῖπε θύειν πάντα τινὰ αὐτῶν τούτῳ ὅ τι ἔχοι ἕκαστος.
此外,他还命令所有的吕底亚人,每个人都应当用自己所拥有的东西向这位神明献祭。
§1.50.2ὡς δὲ ἐκ τῆς θυσίης ἐγένετο, καταχεάμενος χρυσὸν ἄπλετον ἡμιπλίνθια ἐξ αὐτοῦ ἐξήλαυνε, ἐπὶ μὰν τὰ μακρότερα ποιέων ἑξαπάλαιστα, ἐπὶ δὲ τὰ βραχύτερα τριπάλαιστα, ὕψος δὲ παλαιστιαῖα.
祭祀结束之后,他熔化了无数的黄金,并用其铸造了半块砖大小的金锭,使它们的较长边为六掌宽,较短边为三掌宽,高度为一掌宽。
ἀριθμὸν δὲ ἑπτακαίδεκα καὶ ἑκατόν, καὶ τούτων ἀπέφθου χρυσοῦ τέσσερα, τρίτον ἡμιτάλαντον ἕκαστον ἕλκοντα, τὰ δὲ ἄλλα ἡμιπλίνθια λευκοῦ χρυσοῦ, σταθμὸν διτάλαντα.
金锭的数量共有一百一十七块,其中有四块是由精炼的黄金制成,每块重达两塔兰同半,而其余的半砖金锭则是由白金制成,重量为两塔兰同。
§1.50.3ἐποιέετο δὲ καὶ λέοντος εἰκόνα χρυσοῦ ἀπέφθου ἕλκουσαν σταθμὸν τάλαντα δέκα.
他还用精炼的黄金制作了一尊重达十塔兰同的狮子像。
οὗτος ὁ λέων, ἐπείτε κατεκαίετο ὁ ἐν Δελφοῖσι νηός, κατέπεσε ἀπὸ τῶν ἡμιπλινθίων (ἐπὶ γὰρ τούτοισι ἵδρυτο), καὶ νῦν κεῖται ἐν τῷ Κορινθίων θησαυρῷ, ἕλκων σταθμὸν ἕβδομον ἡμιτάλαντον· ἀπετάκη γὰρ αὐτοῦ τέταρτον ἡμιτάλαντον.
这尊狮子,在德尔斐的神殿被烧毁时,从半砖金锭上(因为当时它被安置在这些金锭之上)坠落下来,如今存放在科林斯人的宝库中,重量为六塔兰同半;因为其中有三塔兰同半已经熔化掉了。