Humanitext Reader

希罗多德 · 历史 §1.5.1-1.5.4

伊奥异说与城邦盛衰的历史叙述方针

第 5 段,共 1577 段 · 希腊语

内容简介

展现了波斯人与腓尼基人在伊奥被掠事件上的分歧,作者声明不拟考证神话的真伪,而决定根据自己确知的事实,结合城邦的兴衰来推进叙事。

§1.5.1οὕτω μὲν Πέρσαι λέγουσι γενέσθαι, καὶ διὰ τὴν Ἰλίου ἅλωσιν εὑρίσκουσι σφίσι ἐοῦσαν τὴν ἀρχήν τῆς ἔχθρης τῆς ἐς τοὺς Ἕλληνας.
\n波斯人便是这样说的,并且由于伊利翁的陷落,他们发现对希腊人敌意的根源在于他们自身。
§1.5.2περὶ δὲ τῆς Ἰοῦς οὐκ ὁμολογέουσι Πέρσῃσι οὕτω Φοίνικες· οὐ γὰρ ἁρπαγῇ σφέας χρησαμένους λέγουσι ἀγαγεῖν αὐτήν ἐς Αἴγυπτον, ἀλλʼ ὡς ἐν τῷ Ἄργεϊ ἐμίσγετο τῷ ναυκλήρῳ τῆς νέος· ἐπεὶ δʼ ἔμαθε ἔγκυος ἐοῦσα, αἰδεομένη τοὺς τοκέας οὕτω δὴ ἐθελοντήν αὐτήν τοῖσι Φοίνιξι συνεκπλῶσαι, ὡς ἂν μὴ κατάδηλος γένηται.
\n\n但是关于伊奥,腓尼基人并不赞同波斯人的这种说法;因为他们说,他们并不是通过掠夺而将她带到埃及的,而是在阿尔戈斯时,她与船长发生了关系;当她得知自己怀孕后,因在父母面前感到羞愧,为了不被发现,她便自愿与腓尼基人一同乘船离去。
§1.5.3ταῦτα μέν νυν Πέρσαι τε καὶ Φοίνικες λέγουσι·
\n\n这些便是波斯人和腓尼基人所说的话。
ἐγὼ δὲ περὶ μὲν τούτων οὐκ ἔρχομαι ἐρέων ὡς οὕτω ἢ ἄλλως κως ταῦτα ἐγένετο, τὸν δὲ οἶδα αὐτὸς πρῶτον ὑπάρξαντα ἀδίκων ἔργων ἐς τοὺς Ἕλληνας, τοῦτον σημήνας προβήσομαι ἐς τὸ πρόσω τοῦ λόγου, ὁμοίως σμικρὰ καὶ μεγάλα ἄστεα ἀνθρώπων ἐπεξιών.
至于我,对于这些事情,我不打算说明它们是这样还是那样发生的;但我将指出那个我自己知道最先对希腊人行不义之事的人,以此为标志,继续向前推进我的叙述,同样地考察人类大大小小的城邦。
§1.5.4τὰ γὰρ τὸ πάλαι μεγάλα ἦν, τὰ πολλὰ σμικρὰ αὐτῶν γέγονε· τὰ δὲ ἐπʼ ἐμεῦ ἦν μεγάλα, πρότερον ἦν σμικρά.
\n\n因为那些昔日伟大的城邦,其中许多已经变得微小;而那些在我这个时代伟大的城邦,以前却是微小的。
τὴν ἀνθρωπηίην ὤν ἐπιστάμενος εὐδαιμονίην οὐδαμὰ ἐν τὠυτῷ μένουσαν, ἐπιμνήσομαι ἀμφοτέρων ὁμοίως.
因此,由于我知道人类的幸福决不会停留在同一地方,我将同样地提及这两者。

词汇与语法注释

  1. §1.5.2σφέας — 用作不定式从句主语的第三人称复数代词。采用反身用法,指代主句说话动词的主语(即 λέγουσι 的主语腓尼基人自身),意为“他们(自己)并没有将她掠走”。
  2. §1.5.3οὐκ ἔρχομαι ἐρέων — 动词 ἔρχομαι 与将来时分词 ἐρέων 的结合。这是一种表示近将来时或强烈意图的惯用表达,类似于英语中的 'be going to',在此译作“不打算说”。
  3. §1.5.3τὸν δὲ οἶδα αὐτὸς πρῶτον ὑπάρξαντα... τοῦτον σημήνας — 代词 τὸν 用作关系代词(或前置的指示代词),其自身包含先行词,意为“那个我所知道……的人”。动词 οἶδα 接分词 ὑπάρξαντα 作为其补足语(其中 ὑπάρχω 支配属格,意为“开始”)。该关系从句的整个内容随后由主句中的指示代词 τοῦτον 重新承接,并作为分词 σημήνας 的宾语。

引用这一段

希罗多德, 历史 §1.5.1-1.5.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.5.1-1.5.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。