§1.48.1ταῦτα οἱ Λυδοὶ θεσπισάσης τῆς Πυθίης συγγραψάμενοι οἴχοντο ἀπιόντες ἐς τὰς Σάρδις.
吕底亚人在皮提亚降下神谕后,便将其记录下来,启程返回萨迪斯。
ὡς δὲ καὶ ὧλλοι οἱ περιπεμφθέντες παρῆσαν φέροντες τοὺς χρησμούς, ἐνθαῦτα ὁ Κροῖσος ἕκαστα ἀναπτύσσων ἐπώρα τῶν συγγραμμάτων, τῶν μὲν δὴ οὐδὲν προσίετό μιν·
当被派往各处的其他人也带着神谕返回时,克罗伊斯便逐一打开并查看这些记录。 然而,在那些神谕中,没有一个能令他满意。
ὁ δὲ ὡς τὸ ἐκ Δελφῶν ἤκουσε, αὐτίκα προσεύχετό τε καὶ προσεδέξατο, νομίσας μοῦνον εἶναι μαντήιον τὸ ἐν Δελφοῖσι, ὅτι οἱ ἐξευρήκεε τὰ αὐτὸς ἐποίησε.
但当他听到来自德尔斐的神谕时,便立刻顶礼膜拜并予以接受,深信唯有德尔斐的才是真正的神谕所,因为德尔斐的神谕看破了他自己所做的事情。
§1.48.2ἐπείτε γὰρ δὴ διέπεμψε παρὰ τὰ χρηστήρια τοὺς θεοπρόπους, φυλάξας τὴν κυρίην τῶν ἡμερέων ἐμηχανᾶτο τοιάδε· ἐπινοήσας τὰ ἦν ἀμήχανον ἐξευρεῖν τε καὶ ἐπιφράσασθαι, χελώνην καὶ ἄρνα κατακόψας ὁμοῦ ἧψε αὐτὸς ἐν λέβητι χαλκέῳ, χάλκεον ἐπίθημα ἐπιθείς.
因为在他向各个神谕所派去使者之后,他算准了约定的日子,便策划了如下的行动:他想出了一件绝无可能被发现或推测出来的事,亲自将一只乌龟和一只羔羊切碎,在青铜锅中一同炖煮,并盖上了青铜的盖子。