§1.35.1ἔχοντι δέ οἱ ἐν χερσὶ τοῦ παιδὸς τὸν γάμον, ἀπικνέεται ἐς τὰς Σάρδις ἀνὴρ συμφορῇ ἐχόμενος καὶ οὐ καθαρὸς χεῖρας, ἐὼν Φρὺξ μὲν γενεῇ, γένεος δὲ τοῦ βασιληίου.
正当他忙于儿子的婚事时,一个遭遇了灾祸、双手不洁的男子来到了萨尔迪斯。 他在血统上是弗里吉亚人,而且属于王室家族。
παρελθὼν δὲ οὗτος ἐς τὰ Κροίσου οἰκία κατὰ νόμους τοὺς ἐπιχωρίους καθαρσίου ἐδέετο κυρῆσαι, Κροῖσος δέ μιν ἐκάθηρε.
这名男子进入克罗伊斯的府邸,按照当地的习俗请求获得净化,克罗伊斯便为他净化了。
§1.35.2ἔστι δὲ παραπλησίη ἡ κάθαρσις τοῖσι Λυδοῖσι καὶ τοῖσι Ἕλλησι.
吕底亚人的净化仪式与希腊人的几乎相同。
ἐπείτε δὲ τὰ νομιζόμενα ἐποίησε ὁ Κροῖσος, ἐπυνθάνετο ὁκόθεν τε καὶ τίς εἴη, λέγων τάδε· §1.35.3ὤνθρωπε, τίς τε ἐὼν καὶ κόθεν τῆς Φρυγίης ἥκων ἐπίστιός μοι ἐγένεο;
当克罗伊斯履行了惯常的仪式后,便询问他来自何方、是谁,这样说道: “朋友,你是谁,又是从弗里吉亚的哪里来到我的炉边寄宿的?
τίνα τε ἀνδρῶν ἢ γυναικῶν ἐφόνευσας;
你杀死了男人还是女人中的哪一个?
ὁ δὲ ἀμείβετο
ὦ βασιλεῦ, Γορδίεω μὲν τοῦ Μίδεω εἰμὶ παῖς, ὀνομάζομαι δὲ Ἄδρηστος, φονεύσας δὲ ἀδελφεὸν ἐμεωυτοῦ ἀέκων πάρειμι ἐξεληλαμένος τε ὑπὸ τοῦ πατρὸς καὶ ἐστερημένος πάντων.
” 他回答说: “王啊,我是迈达斯之子哥尔迪亚斯的儿子,名叫阿德拉斯托斯。 因为无意中杀死了我自己的兄弟,我被父亲驱逐,剥夺了一切,所以来到了这里。
§1.35.4Κροῖσος δέ μιν ἀμείβετο τοῖσιδε·
” 克罗伊斯这样回答他: “你是我们朋友的后代,而且你来到了朋友这里。
ἀνδρῶν τε φίλων τυγχάνεις ἔκγονος ἐὼν καὶ ἐλήλυθας ἐς φίλους, ἔνθα ἀμηχανήσεις χρήματος οὐδενὸς μένων ἐν ἡμετέρου, συμφορήν τε ταύτην ὡς κουφότατα φέρων κερδανέεις πλεῖστον.
只要你留在我家,你就不会缺少任何东西。 若能尽可能轻松地承受这一灾祸,你将获益最多。 ”