§1.33.1ταῦτα λέγων τῷ Κροίσῳ οὔ κως οὔτε ἐχαρίζετο, οὔτε λόγου μιν ποιησάμενος οὐδενὸς ἀποπέμπεται, κάρτα δόξας ἀμαθέα εἶναι, ὃς τὰ παρεόντα ἀγαθὰ μετεὶς τὴν τελευτὴν παντὸς χρήματος ὁρᾶν ἐκέλευε.
索伦说这些话,一点也没能讨得克罗伊斯的欢心;克罗伊斯对他不予理睬,打发他走了,认为他非常愚蠢,因为这个人丢开眼前的福分,却叫人去看每件事物的结局。