§1.3.1δευτέρῃ δὲ λέγουσι γενεῇ μετὰ ταῦτα Ἀλέξανδρον τὸν Πριάμου, ἀκηκοότα ταῦτα, ἐθελῆσαί οἱ ἐκ τῆς Ἑλλάδος διʼ ἁρπαγῆς γενέσθαι γυναῖκα, ἐπιστάμενον πάντως ὅτι οὐ δώσει δίκας.
在这些事件之后的第二代,他们说普里阿摩斯之子亚历山大听说了这些事,便想通过掠夺的方式从希腊为自己娶一个妻子,因为他确信自己无论如何都不需要付出赔偿。
οὐδὲ γὰρ ἐκείνους διδόναι.
因为那些人也未曾付出赔偿。
§1.3.2οὕτω δὴ ἁρπάσαντος αὐτοῦ Ἑλένην, τοῖσι Ἕλλησι δόξαι πρῶτὸν πέμψαντας ἀγγέλους ἀπαιτέειν τε Ἑλένην καὶ δίκας τῆς ἁρπαγῆς αἰτέειν.
于是,当他掠走了海伦之后,希腊人决意首先派遣使者,要求归还海伦并对掠走一事要求赔偿。
τοὺς δέ, προϊσχομένων ταῦτα, προφέρειν σφι Μηδείης τὴν ἁρπαγήν, ὡς οὐ δόντες αὐτοὶ δίκας οὐδὲ ἐκδόντες ἀπαιτεόντων βουλοίατό σφι παρʼ ἄλλων δίκας γίνεσθαι.
然而,当希腊人提出这些要求时,对方向他们提起了美狄亚被掠走一事,指出希腊人自己既没有做出赔偿,在对方要求时也没有交出人,现在却希望别人向他们做出赔偿。