§1.2.1οὕτω μὲν Ἰοῦν ἐς Αἴγυπτον ἀπικέσθαι λέγουσι Πέρσαι, οὐκ ὡς Ἕλληνές, καὶ τῶν ἀδικημάτων πρῶτον τοῦτο ἄρξαι.
波斯人说,伊俄就是这样到达埃及的,这与希腊人的说法不同,并且这就是最初不义行为的开端。
μετὰ δὲ ταῦτα Ἑλλήνων τινάς (οὐ γὰρ ἔχουσι τοὔνομα ἀπηγήσασθαι) φασὶ τῆς Φοινίκης ἐς Τύρον προσσχόντας ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Εὐρώπην.
在此之后,他们说希腊人中的某些人(因为他们无法说出名字)在腓尼基的泰尔靠岸,并掳走了国王的女儿欧罗巴。
εἴησαν δʼ ἄν οὗτοι Κρῆτες.
这些人大概是克里特人。
ταῦτα μὲν δὴ ἴσα πρὸς ἴσα σφι γενέσθαι, μετὰ δὲ ταῦτα Ἕλληνας αἰτίους τῆς δευτέρης ἀδικίης γενέσθαι·
这样,他们之间确实扯平了,但在此之后,希腊人成为了第二起不义行为的作恶者。
§1.2.2καταπλώσαντας γὰρ μακρῇ νηί ἐς Αἶαν τε τὴν Κολχίδα καὶ ἐπὶ Φᾶσιν ποταμόν, ἐνθεῦτεν, διαπρηξαμένους καὶ τἄλλα τῶν εἵνεκεν ἀπίκατο, ἁρπάσαι τοῦ βασιλέος τὴν θυγατέρα Μηδείην.
因为他们乘着军船航行到科尔基斯的埃亚和法希斯河,在那里,办完了他们前来的其他事务之后,便掳走了国王的女儿美狄亚。
§1.2.3πέμψαντά δὲ τὸν Κόλχων βασιλέα ἐς τὴν Ἑλλάδα κήρυκα αἰτέειν τε δίκας τῆς ἁρπαγῆς καὶ ἀπαιτέειν τὴν θυγατέρα.
科尔基斯的国王向希腊派遣了使者,要求对掳走女儿一事给予赔偿并归还他的女儿。
τοὺς δὲ ὑποκρίνασθαι ὡς οὐδὲ ἐκεῖνοι Ἰοῦς τῆς Ἀργείης ἔδοσάν σφι δίκας τῆς ἁρπαγῆς· οὐδὲ ὤν αὐτοὶ δώσειν ἐκείνοισι.
但他们回答说,既然对方也没有就阿耳戈斯的伊俄被掳一事向他们做出赔偿,他们自己也绝不会向对方做出赔偿。