§1.202.1ὁ δὲ Ἀράξης λέγεται καὶ μέζων καὶ ἐλάσσων εἶναι τοῦ Ἴστρου·
据说阿拉克塞斯河既比伊斯特罗斯河大,又比它小。
νήσους δὲ ἐν αὐτῷ Λέσβῳ μεγάθεα παραπλησίας συχνάς φασι εἶναι, ἐν δὲ αὐτῇσι ἀνθρώπους οἳ σιτέονται μὲν ῥίζας τὸ θέρος ὀρύσσοντες παντοίας· καρποὺς δὲ ἀπὸ δενδρέων ἐξευρημένους σφι ἐς φορβὴν κατατίθεσθαι ὡραίους, καὶ τούτους σιτέεσθαι τὴν χειμερινήν.
有人说,河中有很多岛屿,大小与莱斯博斯岛相仿;岛上住着一些人,他们在夏天挖掘各种根茎作为食物,而将从树上发现的成熟果实储存起来作为食粮,在冬天以此为食。
§1.202.2ἄλλα δέ σφι ἐξευρῆσθαι δένδρεα καρποὺς τοιούσδε τινὰς φέροντα, τοὺς ἐπείτε ἂν ἐς τὠυτὸ συνέλθωσι κατὰ εἴλας καὶ πῦρ ἀνακαύσωνται κύκλῳ περιιζομένους ἐπιβάλλειν ἐπὶ τὸ πῦρ, ὀσφραινομένους δὲ καταγιζομένου τοῦ καρποῦ τοῦ ἐπιβαλλομένου μεθύσκεσθαι τῇ ὀσμῇ κατά περ Ἕλληνας τῷ οἴνῳ πλεῦνος δὲ ἐπιβαλλομένου τοῦ καρποῦ μᾶλλον μεθύσκεσθαι, ἐς ὃ ἐς ὄρχησίν τε ἀνίστασθαι καὶ ἐς ἀοιδὴν ἀπικνέεσθαι.
据说他们还发现了另外一些树木,结有如下特征的果实:当人们成群结队地聚集在同一地方并燃起篝火时,他们环绕着篝火坐下,将这些果实扔进火里;当吸入被焚烧果实的香气时,他们便像希腊人喝葡萄酒那样因香气而醉倒;随着扔进火里的果实越来越多,他们醉得越厉害,直至站起来跳舞,并开始唱歌。
τούτων μὲν αὕτη λέγεται δίαιτᾳ εἶναι.
据说这就是他们的生活方式。
§1.202.3ὁ δὲ Ἀράξης ποταμὸς ῥέει μὲν ἐκ Ματιηνῶν, ὅθεν περ ὁ Γύνδης τὸν ἐς τὰς διώρυχας τὰς ἑξήκοντά τε καὶ τριηκοσίας διέλαβε ὁ Κῦρος, στόμασι δὲ ἐξερεύγεται τεσσεράκοντα, τῶν τὰ πάντα πλὴν ἑνὸς ἐς ἕλεά τε καὶ τενάγεα ἐκδιδοῖ· ἐν τοῖσι ἀνθρώπους κατοικῆσθαι λέγουσι ἰχθῦς ὠμοὺς σιτεομένους, ἐσθῆτι δὲ νομίζοντας χρᾶσθαι φωκέων δέρμασι.
阿拉克塞斯河源自马蒂埃诺伊人的土地,这也就是居鲁士将其分流为三百六十条运河的居恩德斯河的源头所在。 该河共有四十个河口,其中除一个外,其余全部注入沼泽和浅滩;据说,这些沼泽中居住着以生鱼为食、并习惯用海豹皮作衣服的人。
§1.202.4τὸ δὲ ἓν τῶν στομάτων τοῦ Ἀράξεω ῥέει διὰ καθαροῦ ἐς τὴν Κασπίην θάλασσαν.
而阿拉克塞斯河的这一个河口则流经畅通无阻的平原,注入里海。