§1.203.1ἡ δὲ Κασπίη θάλασσα ἐστὶ ἐπʼ ἑωυτῆς, οὐ συμμίσγουσα τῇ ἑτέρῃ θαλάσσῃ.
里海是一片独立的内海,不与另一片海相连。
τὴν μὲν γὰρ Ἕλληνὲς ναυτίλλονται πᾶσα καὶ ἡ ἔξω στηλέων θάλασσα ἡ Ἀτλαντὶς καλεομένη καὶ ἡ Ἐρυθρὴ μία ἐοῦσα τυγχάνει.
因为希腊人所航行的一切海域,以及赫拉克勒斯之柱以外被称为大西洋的海域,还有红海,实际上都是相连的一片海。
ἡ δὲ Κασπίη ἐστὶ ἑτέρη ἐπʼ ἑωυτῆς, ἐοῦσα μῆκος μὲν πλόου εἰρεσίῃ χρεωμένῳ πεντεκαίδεκα ἡμερέων, εὖρος δέ, τῇ εὐρυτάτη ἐστὶ αὐτὴ ἑωυτῆς, ὀκτὼ ἡμερέων.
而里海则是另一片独立的内海,其长度对于使用桨划船的人来说需要航行十五天,而最宽处的宽度则需要航行八天。
καὶ τὰ μὲν πρὸς τὴν ἑσπέρην φέροντα τῆς θαλάσσης ταύτης ὁ Καύκασος παρατείνει, ἐὸν ὀρέων καὶ πλήθεϊ μέγιστον καὶ μεγάθεϊ ὑψηλότατον.
在这片海的西侧,高加索山脉绵延不绝,它是所有山脉中范围最广、高度最高的。
ἔθνεα δὲ ἀνθρώπων πολλὰ καὶ παντοῖα ἐν ἑωυτῷ ἔχει ὁ Καύκασος, τὰ πολλὰ πάντα ἀπʼ ὕλης ἀγρίης ζώοντα·
高加索山脉内部居住着许多各种各样的人类部落,他们中的绝大多数完全依靠野生森林的产物维持生计。
§1.203.2ἐν τοῖσι καὶ δένδρεα φύλλα τοιῆσδε ἰδέης παρεχόμενα εἶναι λέγεται, τὰ τρίβοντάς τε καὶ παραμίσγοντας ὕδωρ ζῷα ἑωυτοῖσι ἐς τὴν ἐσθῆτα ἐγγράφειν· τὰ δὲ ζῷα οὐκ ἐκπλύνεσθαι, ἀλλὰ συγκαταγηράσκειν τῷ ἄλλῳ εἰρίῳ κατὰ περ ἐνυφανθέντα ἀρχήν.
据说在这些部落中,也有长着如下特征叶子的树木:人们将这些叶子研磨并混入水中,在自己的衣服上绘制出动物的图案;这些动物图案不会被洗掉,而是像一开始就织在里面一样,与羊毛的其余部分一起变旧。
μῖξιν δὲ τούτων τῶν ἀνθρώπων εἶναι ἐμφανέα κατὰ περ τοῖσι προβάτοισι.
此外,这些人的交配也是公开进行的,就像羊群一样。