Humanitext Reader

希罗多德 · 历史 §1.1.0-1.1.4

历史序言与腓尼基人诱劫伊俄

第 1 段,共 1577 段 · 希腊语

内容简介

希罗多德阐明了自己研究的目的,随后引用波斯学者的说法,叙述了腓尼基人诱劫伊俄的事件,以此作为希腊与异邦人冲突的起因。

§1.1.0Ἡροδότου Ἁλικαρνησσέος ἱστορίης ἀπόδεξις ἥδε, ὡς μήτε τὰ γενόμενα ἐξ ἀνθρώπων τῷ χρόνῳ ἐξίτηλα γένηται, μήτε ἔργα μεγάλα τε καὶ θωμαστά, τὰ μὲν Ἕλλησι τὰ δὲ βαρβάροισι ἀποδεχθέντα, ἀκλεᾶ γένηται, τά τε ἄλλα καὶ διʼ ἣν αἰτίην ἐπολέμησαν ἀλλήλοισι.
这是哈利卡尔那索斯人希罗多德的研究成果的呈示,目的是为了使人类的研究所得不致因时间流逝而湮没无闻,也不使希腊人和异邦人所建立的伟大而惊人的功勋失去光彩,特别是为了说明他们究竟是为了什么原因而互相战争的。
§1.1.1Περσέων μέν νυν οἱ λόγιοι Φοίνικας αἰτίους φασὶ γενέσθαι τῆς διαφορῆς.
波斯人的学者们认为,冲突的起因是腓尼基人。
τούτους γὰρ ἀπὸ τῆς Ἐρυθρῆς καλεομένης θαλάσσης ἀπικομένους ἐπὶ τήνδε τὴν θάλασσαν, καὶ οἰκήσαντας τοῦτον τὸν χῶρον τὸν καὶ νῦν οἰκέουσι, αὐτίκα ναυτιλίῃσι μακρῇσι ἐπιθέσθαι, ἀπαγινέοντας δὲ φορτία Αἰγύπτιά τε καὶ Ἀσσύρια τῇ τε ἄλλῃ ἐσαπικνέεσθαι καὶ δὴ καὶ ἐς Ἄργος.
因为这些人从被称为“红海”的海域来到这片海域,并定居在他们至今仍居住的这片土地上,随即开始进行远洋航行。 他们运载着埃及和亚述的货物,到达了其他各个地方,特别是到达了阿耳戈斯。
§1.1.2τὸ δὲ Ἄργος τοῦτον τὸν χρόνον προεῖχε ἅπασι τῶν ἐν τῇ νῦν Ἑλλάδι καλεομένῃ χωρῇ.
而阿耳戈斯在那个时期,在如今被称为希腊的这个国家里,在各个方面都是名列前茅的。
ἀπικομένους δὲ τούς Φοίνικας ἐς δὴ τὸ Ἄργος τοῦτο διατίθεσθαι τὸν φόρτον.
腓尼基人到达这阿耳戈斯后,便陈列他们的货物进行交易。
§1.1.3πέμπτῃ δὲ ἢ ἕκτῃ ἡμέρῃ ἀπʼ ἧς ἀπίκοντο, ἐξεμπολημένων σφι σχεδόν πάντων, ἐλθεῖν ἐπὶ τὴν θάλασσαν γυναῖκας ἄλλας τε πολλάς καὶ δὴ καὶ τοῦ βασιλέος θυγατέρα· τὸ δέ οἱ οὔνομα εἶναι, κατὰ τὠυτὸ τὸ καὶ Ἕλληνές λέγουσι, Ἰοῦν τὴν Ἰνάχου·
在他们到达后的第五天或第六天,当他们的货物差不多全部卖完的时候,有许多妇女来到海边,其中特别是国王的女儿;她的名字,正像希腊人所说的那样,是伊那科斯的女儿伊俄。
§1.1.4ταύτας στάσας κατά πρύμνην τῆς νεὸς ὠνέεσθαι τῶν φορτίων τῶν σφι ἦν θυμός μάλιστα· καὶ τοὺς Φοίνικας διακελευσαμένους ὁρμῆσαι ἐπʼ αὐτάς.
当这些妇女站在船尾,购买她们最感兴趣的货物时,腓尼基人互相示意,向她们扑了过去。
τὰς μὲν δὴ πλεῦνας τῶν γυναικῶν ἀποφυγεῖν, τὴν δὲ Ἰοῦν σὺν ἄλλῃσι ἁρπασθῆναι.
妇女中的大多数逃脱了,但伊俄和其他几个人一起被掳走。
ἐσβαλομένους δὲ ἐς τὴν νέα οἴχεσθαι ἀποπλέοντας ἐπʼ Αἰγύπτου.
腓尼基人把她们推进船里,便扬帆向埃及驶去了。

词汇与语法注释

  1. 1.1.0ὡς — 引导目的从句(“为了不使……”),修饰名词 ἀπόδεξις(呈示),用以表明著作发表的目的。
  2. 1.1.1τούτους — 前句中由 φασί(他们说)所引导的间接引语(“对格加不定式”结构)的主语。这一间接引语通过一系列不定式一直持续到第4节的末尾(οἴχεσθαι),中间仅夹杂了几个直陈式现在时态的插入句。
  3. 1.1.2ἅπασι — 关系或方式与格(“在一切方面”),修饰带有比较意义的动词 προεῖχε(杰出、领先)。
  4. 1.1.3ἐξεμπολημένων σφι σχεδόν πάντων — 属格绝对结构,主语是 πάντων [τῶν φορτίων](“几乎所有的[货物]”)。代词 σφι(与格复数)是指向腓尼基人的关涉与格(“对他们而言”)。
  5. 1.1.4τῶν φορτίων τῶν σφι ἦν θυμός μάλιστα — 先行词 τῶν φορτίων 为属格,受动词 ὠνέεσθαι(购买)支配。其后的 τῶν 为关系代词,因吸引作用而变为属格,或受 ἦν θυμός(“渴望……”)结构支配。

引用这一段

希罗多德, 历史 §1.1.0-1.1.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.1.0-1.1.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。