§1.199.1ὁ δὲ δὴ αἴσχιστος τῶν νόμων ἐστὶ τοῖσι Βαβυλωνίοισι ὅδε· δεῖ πᾶσαν γυναῖκα ἐπιχωρίην ἱζομένην ἐς ἱρὸν Ἀφροδίτης ἅπαξ ἐν τῇ ζόῃ μιχθῆναι ἀνδρὶ ξείνῳ.
在巴比伦人的法律中,最可耻的是这一个:每一个本地妇女一生中必须有一次坐在阿佛洛狄忒的神殿里,与一个外邦男子交合。
πολλαὶ δὲ καὶ οὐκ ἀξιούμεναι ἀναμίσγεσθαι τῇσι ἄλλῃσι, οἷα πλούτῳ ὑπερφρονέουσαι, ἐπὶ ζευγέων ἐν καμάρῃσι ἐλάσασαι πρὸς τὸ ἱρὸν ἑστᾶσι· θεραπηίη δέ σφι ὄπισθε ἕπεται πολλή.
许多人因为自恃富有而不屑与其他妇女混在一起,她们乘坐有篷的车辆来到神殿前停下,她们身后有大批侍从跟随。
§1.199.2αἱ δὲ πλεῦνες ποιεῦσι ὧδε· ἐν τεμένεϊ Ἀφροδίτης κατέαται στέφανον περὶ τῇσι κεφαλῇσι ἔχουσαι θώμιγγος πολλαὶ γυναῖκες· αἳ μὲν γὰρ προσέρχονται, αἳ δὲ ἀπέρχονται.
而大多数妇女则这样做:许多妇女坐在阿佛洛狄忒的圣所里,头上戴着绳索编成的冠冕;有些人正在走来,有些人正在离去。
σχοινοτενέες δὲ διέξοδοι πάντα τρόπον ὁδῶν ἔχουσι διὰ τῶν γυναικῶν, διʼ ὧν οἱ ξεῖνοι διεξιόντες ἐκλέγονται·
在妇女之间,有绳子拉起的通道向四面八方延伸,外邦人便在其中穿行并进行挑选。
§1.199.3ἔνθα ἐπεὰν ἵζηται γυνή, οὐ πρότερον ἀπαλλάσσεται ἐς τὰ οἰκία ἤ τίς οἱ ξείνων ἀργύριον ἐμβαλὼν ἐς τὰ γούνατα μιχθῇ ἔξω τοῦ ἱροῦ·
妇女一旦坐在那里,在有外邦人把银钱扔在她膝上并带到神殿外与她交合之前,她绝不能回家。
ἐμβαλόντα δὲ δεῖ εἰπεῖν τοσόνδε· ἐπικαλέω τοι τὴν θεὸν Μύλιττα.
扔钱的人必须说这样的话:“我为你祈求女神米莉塔。
Μύλιττα δὲ καλέουσι τὴν Ἀφροδίτην Ἀσσύριοι.
”亚述人称阿佛洛狄忒为米莉塔。
§1.199.4τὸ δὲ ἀργύριον μέγαθος ἐστὶ ὅσον ὦν· οὐ γὰρ μὴ ἀπώσηται· οὐ γάρ οἱ θέμις ἐστί· γίνεται γὰρ ἱρὸν τοῦτο τὸ ἀργύριον.
至于银钱的数额,无论多少都行;因为她绝不会拒绝,因为这对她来说是不合神律的,因为这银钱会变成神圣之物。
τῷ δὲ πρώτῳ ἐμβαλόντι ἕπεται οὐδὲ ἀποδοκιμᾷ οὐδένα.
她跟从第一个向她扔钱的人,不拒绝任何人。
ἐπεὰν δὲ μιχθῇ, ἀποσιωσαμένη τῇ θεῷ ἀπαλλάσσεται ἐς τὰ οἰκία, καὶ τὠπὸ τούτου οὐκ οὕτω μέγα τί οἱ δώσεις ὥς μιν λάμψεαι.
在交合之后,她对女神尽了神圣之义务,便可回家;自此以后,无论你给她多么大的一笔钱,也休想再得到她。
§1.199.5ὅσσαι μέν νυν εἴδεός τε ἐπαμμέναι εἰσὶ καὶ μεγάθεος, ταχὺ ἀπαλλάσσονται, ὅσαι δὲ ἄμορφοι αὐτέων εἰσί, χρόνον πολλὸν προσμένουσι οὐ δυνάμεναι τὸν νόμον ἐκπλῆσαι· καὶ γὰρ τριέτεα καὶ τετραέτεα μετεξέτεραι χρόνον μένουσι.
那些容貌美丽、身材高挑的妇女很快就能离去;但其中丑陋的妇女则要等候很长时间,无法履行这一法律;事实上,有些人甚至要等上三年或四年的时间。
ἐνιαχῇ δὲ καὶ τῆς Κύπρου ἐστὶ παραπλήσιος τούτῳ νόμος.
在塞浦路斯的某些地方,也有类似的法律。