§1.197.1δεύτερος δὲ σοφίῃ ὅδε ἄλλος σφι νόμος κατέστηκε· τοὺς κάμνοντας ἐς τὴν ἀγορὴν ἐκφορέουσι· οὐ γὰρ δὴ χρέωνται ἰητροῖσι.
而这另一条在智慧上仅次于前者的法律规定如下:他们把病人抬到广场上;因为他们并不使用医生。
προσιόντες ὦν πρὸς τὸν κάμνοντα συμβουλεύουσι περὶ τῆς νούσου, εἴ τις καὶ αὐτὸς τοιοῦτο ἔπαθε ὁκοῖον ἂν ἔχῃ ὁ κάμνων ἢ ἄλλον εἶδε παθόντα, ταῦτα προσιόντες συμβουλεύουσι καὶ παραινέουσι ἅσσα αὐτὸς ποιήσας ἐξέφυγε ὁμοίην νοῦσον ἢ ἄλλον εἶδε ἐκφυγόντα.
因此,人们走到病人跟前,就其病情提出建议,如果有人自己也曾得过与病人相同的病,或者见过别人得过这种病,他们便走上前来,就这些事情提出建议和劝告,即他自己做了什么而免于同样的疾病,或者见过别人如何免于此病。
σιγῇ δὲ παρεξελθεῖν τὸν κάμνοντα οὔ σφι ἔξεστι, πρὶν ἂν ἐπείρηται ἥντινα νοῦσον ἔχει.
而在询问病人患有什么疾病之前,默默地从他身边走过是不允许的。