Humanitext Reader

希罗多德 · 历史 §1.196.1-1.196.5

巴比伦的婚姻拍卖习俗及其衰落

第 196 段,共 1577 段 · 希腊语

内容简介

记述了巴比伦关于婚姻的明智习俗(将适婚女性进行拍卖,用美丽女性的售金作为丑陋女性的嫁妆),以及因国家贫困导致这一习俗衰落、如今被迫让女儿卖淫的悲惨现状。

§1.196.1αὕτη μὲν δή σφι ἄρτισις περὶ τὸ σῶμα ἐστί·
这便是他们关于身体的装束。
νόμοι δὲ αὐτοῖσι ὧδε κατεστᾶσι, ὁ μὲν σοφώτατος ὅδε κατὰ γνώμην τὴν ἡμετέρην, τῷ καὶ Ἰλλυριῶν Ἐνετοὺς πυνθάνομαι χρᾶσθαι.
而他们的法律规定如下,其中在我们看来最聪明的是这一条,据我所知,伊利里亚人的埃内蒂族也使用这条法律。
κατὰ κώμας ἑκάστας ἅπαξ τοῦ ἔτεος ἑκάστου ἐποιέετο τάδε· ὡς ἂν αἱ παρθένοι γενοίατο γάμων ὡραῖαι, ταύτας ὅκως συναγάγοιεν πάσας, ἐς ἓν χωρίον ἐσάγεσκον ἁλέας, πέριξ δὲ αὐτὰς ἵστατο ὅμιλος ἀνδρῶν,
每年一次,在各个村庄里都会举行以下活动:每当少女们到了适婚年龄,人们就把她们全部聚集起来,带到一处地方集中,周围站着一群男子。
§1.196.2ἀνιστὰς δὲ κατὰ μίαν ἑκάστην κῆρυξ πωλέεσκε, πρῶτα μὲν τὴν εὐειδεστάτην ἐκ πασέων·
接着,一名传令官让她们逐个站起来进行拍卖,首先从所有人中最美丽的一个开始。
μετὰ δέ, ὅκως αὕτη εὑροῦσα πολλὸν χρυσίον πρηθείη, ἄλλην ἂν ἐκήρυσσε ἣ μετʼ ἐκείνην ἔσκε εὐειδεστάτη· ἐπωλέοντο δὲ ἐπὶ συνοικήσι.
随后,在这名少女以高价售出之后,他会再宣布拍卖仅次于她的最美丽的少女;她们被售出是为了结为夫妻。
ὅσοι μὲν δὴ ἔσκον εὐδαίμονες τῶν Βαβυλωνίων ἐπίγαμοι, ὑπερβάλλοντες ἀλλήλους ἐξωνέοντο τὰς καλλιστευούσας· ὅσοι δὲ τοῦ δήμου ἔσκον ἐπίγαμοι, οὗτοι δὲ εἴδεος μὲν οὐδὲν ἐδέοντο χρηστοῦ, οἳ δʼ ἂν χρήματά τε καὶ αἰσχίονας παρθένους ἐλάμβανον.
凡是巴比伦人中富有且到了婚龄的人,都互相竞价以买下那些最美丽的少女;而平民中到了婚龄的人,则完全不要求美丽的容貌,反而会接受金钱并领走容貌较差的少女。
§1.196.3ὡς γὰρ δὴ διεξέλθοι ὁ κῆρυξ πωλέων τὰς εὐειδεστάτας τῶν παρθένων ἀνίστη ἂν τὴν ἀμορφεστάτην, ἢ εἴ τις αὐτέων ἔμπηρος εἴη, καὶ ταύτην ἂν ἐκήρυσσε, ὅστις θέλοι ἐλάχιστον χρυσίον λαβὼν συνοικέειν αὐτῇ, ἐς ὃ τῷ τὸ ἐλάχιστον ὑπισταμένῳ προσέκειτο.
因为,当传令官卖完最美丽的少女之后,他就会让最丑陋的,或者她们之中有残疾的少女站起来并进行拍卖,看谁愿意接受最少数量的金钱来娶她,直到她被判给承诺要最少金额的人。
τὸ δὲ ἂν χρυσίον ἐγίνετο ἀπὸ τῶν εὐειδέων παρθένων καὶ οὕτω αἱ εὔμορφοι τὰς ἀμόρφους καὶ ἐμπήρους ἐξεδίδοσαν.
而这些金钱来自于那些美丽的少女,就这样,美丽的少女们为丑陋和残疾的少女提供了嫁妆。
ἐκδοῦναι δὲ τὴν ἑωυτοῦ θυγατέρα ὅτεῳ βούλοιτο ἕκαστος οὐκ ἐξῆν, οὐδὲ ἄνευ ἐγγυητέω ἀπάγεσθαι τὴν παρθένον πριάμενον, ἀλλʼ ἐγγυητὰς χρῆν καταστήσαντα ἦ μὲν συνοικήσειν αὐτῇ, οὕτω ἀπάγεσθαι.
每个人都不得将自己的女儿嫁给任何他自己想要嫁的人,买下少女的人也不能在没有保证人的情况下把她带走,而是必须设立保证人,确信一定会与她共同生活,然后才能把她带走。
§1.196.4εἰ δὲ μὴ συμφεροίατο, ἀποφέρειν τὸ χρυσίον ἔκειτο νόμος.
如果他们合不来,法律规定要退还金钱。
ἐξῆν δὲ καὶ ἐξ ἄλλης ἐλθόντα κώμης τὸν βουλόμενον ὠνέεσθαι.
任何想要购买的人,也允许从其他的村庄前来购买。
§1.196.5ὁ μέν νυν κάλλιστος νόμος οὗτός σφι ἦν, οὐ μέντοι νῦν γε διατελέει ἐών, ἄλλο δέ τι ἐξευρήκασι νεωστὶ γενέσθαι·
这曾是他们最美好的法律,然而在今天它已不复存在;相反,他们最近又发明了另一套做法。
ἐπείτε γὰρ ἁλόντες ἐκακώθησαν καὶ οἰκοφθορήθησαν, πᾶς τις τοῦ δήμου βίου σπανίζων καταπορνεύει τὰ θήλεα τέκνα.
因为自从他们被征服、遭受苦难并家破人亡以来,平民中缺乏生计的每一个人都让自己的女儿去卖淫。

词汇与语法注释

  1. 1.196.1ὡς ἂν αἱ παρθένοι γενοίατο — 接续词“ὡς 沿”后接希求语气(γενοίατο 是爱奥尼亚方言中的 γένοιντο)表示过去重复发生的动作(“每当少女们……时”)。在希罗多德的著作中,“ὡς ἂν”常用于引导表示重复的时间从句。
  2. 1.196.2ἄλλην ἂν ἐκήρυσσε — 助词 ἄν 与直陈式未完成过去时(ἐκήρυσσε)结合,表示过去习惯性或重复性的动作(“他便会宣布拍卖”)。随后的“ἔσκε”(来自 εἶναι)也是带接尾辞 -σκ- 的重复性未完成过去时形式,加强了这一重复的语调。
  3. 1.196.3ἐς ὃ τῷ τὸ ἐλάχιστον ὑπισταμένῳ — “ἐς ὃ”表示“直到……为止”,而“τῷ ... ὑπισταμένῳ”是由与格指示代词(起关系代词作用)和分词结合,意为“给承诺要最少(金额)的人”,作为被动动词“προσέκειτο”(被分派给)的间接宾语。
  4. 1.196.5ἐξευρήκασι νεωστὶ γενέσθαι — 动词 ἐξευρήκασι(他们发明/考案了)后接表示结果或目的的不定式 γενέσθαι,意为“他们最近又发明了另一套做法以使之实行(发生)”。

引用这一段

希罗多德, 历史 §1.196.1-1.196.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.196.1-1.196.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。