Humanitext Reader

希罗多德 · 历史 §1.189.1-1.189.4

居鲁士惩罚金德斯河与分流工程

第 189 段,共 1577 段 · 希腊语

内容简介

居鲁士在进军巴比伦途中到达金德斯河,因一匹神圣白马溺死而愤怒。为了惩罚这条河,他暂停远征,命令军队开挖大量运河以削弱河水流量。

§1.189.1ἐπείτε δὲ ὁ Κῦρος πορευόμενος ἐπὶ τὴν Βαβυλῶνα ἐγίνετο ἐπὶ Γύνδῃ ποταμῷ, τοῦ αἱ μὲν πηγαὶ ἐν Ματιηνοῖσι ὄρεσι, ῥέει δὲ διὰ Δαρδανέων, ἐκδιδοῖ δὲ ἐς ἕτερον ποταμὸν Τίγρην, ὁ δὲ παρὰ Ὦπιν πόλιν ῥέων ἐς τὴν Ἐρυθρὴν θάλασσαν ἐκδιδοῖ, τοῦτον δὴ τὸν Γύνδην ποταμὸν ὡς διαβαίνειν ἐπειρᾶτο ὁ Κῦρος ἐόντα νηυσιπέρητον, ἐνθαῦτά οἱ τῶν τις ἱρῶν ἵππων τῶν λευκῶν ὑπὸ ὕβριος ἐσβὰς ἐς τὸν ποταμὸν διαβαίνειν ἐπειρᾶτο, ὁ δέ μιν συμψήσας ὑποβρύχιον οἰχώκεε φέρων.
当居鲁士在向巴比伦进军的途中到达金德斯河时——该河发源于马提埃诺伊山脉,流经达尔达内翁,注入另一条河底格里斯河,而后者流经奥皮斯市并注入红海——当居鲁士试图渡过这条必须乘船才能渡过的金德斯河时,就在那时,他的一匹神圣白马因性情狂放而跃入河中,企图渡过去。 然而,河水将它卷入水底,冲走淹没了。
§1.189.2κάρτα τε δὴ ἐχαλέπαινε τῷ ποταμῷ ὁ Κῦρος τοῦτο ὑβρίσαντι, καί οἱ ἐπηπείλησε οὕτω δή μιν ἀσθενέα ποιήσειν ὥστε τοῦ λοιποῦ καὶ γυναῖκας μιν εὐπετέως τὸ γόνυ οὐ βρεχούσας διαβήσεσθαι.
居鲁士对河水做出如此狂妄无礼之举感到极为愤怒,于是对它发出威胁,誓要让它变得如此软弱,以至于今后连妇女也能毫不费力地渡过去,连膝盖都不会打湿。
§1.189.3μετὰ δὲ τὴν ἀπειλὴν μετεὶς τὴν ἐπὶ Βαβυλῶνα στράτευσιν διαίρεε τὴν στρατιὴν δίχα, διελὼν δὲ κατέτεινε σχοινοτενέας ὑποδέξας διώρυχας ὀγδώκοντα καὶ ἑκατὸν παρʼ ἑκάτερον τὸ χεῖλος τοῦ Γύνδεω τετραμμένας πάντα τρόπον, διατάξας δὲ τὸν στρατὸν ὀρύσσειν ἐκέλευε.
在发出这个威胁之后,他暂停了对巴比伦的远征,将军队一分为二;分好军队后,他在金德斯河的两岸,向着各个方向,用绳索拉直标出了各一百八十条运河的开挖线,并部署军队命令他们开始挖掘。
§1.189.4οἷα δὲ ὁμίλου πολλοῦ ἐργαζομένου ἤνετο μὲν τὸ ἔργον, ὅμως μέντοι τὴν θερείην πᾶσαν αὐτοῦ ταύτῃ διέτριψαν ἐργαζόμενοι.
由于有大批人马参与劳动,工程虽然得以进展,但他们还是在那个地方劳作了整整一个夏天。

词汇与语法注释

  1. §1.189.1τοῦ — 关系代名词 τοῦ 指代金德斯河(Γύνδῃ ποταμῷ)。在此关系从句中,又引入了“另一条河底格里斯河”(ἕτερον ποταμὸν Τίγρην),而 ὁ δὲ 指代底格里斯河,形成嵌套的说明结构。
  2. §1.189.1τοῦτον δὴ τὸν Γύνδην ποταμὸν — 由于以 ἐπείτε(当……时)开始的时间从句因地理插叙而变得极长,所以在主句之前重新提及宾语 τοῦτον δὴ τὸν Γύνδην ποταμὸν(“这条金德斯河”),并用 ὡς(当……时)从句重新整理了语境。分词 ἐόντα 与 ποταμόν 一致,补充说明该河只能乘船渡过的性质。
  3. §1.189.1οἰχώκεε φέρων — 动词 οἴχομαι(离去、消失)的过去完成时 οἰχώκεε 连用现在分词 φέρων(携带、运送),构成一种惯用表达,表示“夺走并消失了”或“冲走了”,强调动作的迅速完成及结果的持续。
  4. §1.189.2τοῦ λοιποῦ — 表示时间的属格,意为“今后”、“将来”。它不是指某一个特定的时间点,而是指具有一定跨度的时间范围(此处指“从今以后的未来”)。
  5. §1.189.3παρʼ ἑκάτερον τὸ χεῖλος — 由于使用了 ἑκάτερος(两者中的每一个),此处应理解为在“两岸各自”挖掘180条运河(总计360条)。

引用这一段

希罗多德, 历史 §1.189.1-1.189.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.189.1-1.189.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。