§1.188.1ὁ δὲ δὴ Κῦρος ἐπὶ ταύτης τῆς γυναικὸς τὸν παῖδα ἐστρατεύετο, ἔχοντά τε τοῦ πατρὸς τοῦ ἑωυτοῦ τοὔνομα Λαβυνήτου καὶ τὴν Ἀσσυρίων ἀρχήν.
且说居鲁士向这位妇人的儿子出征,这个儿子不仅拥有与其父亲相同的名字拉比内图斯,还继承了亚述人的统治权。
στρατεύεται δὲ δὴ βασιλεὺς ὁ μέγας καὶ σιτίοισι εὖ ἐσκευασμένος ἐξ οἴκου καὶ προβάτοῖσι, καὶ δὴ καὶ ὕδωρ ἀπὸ τοῦ Χοάσπεω ποταμοῦ ἅμα ἄγεται τοῦ παρὰ Σοῦσα ῥέοντος, τοῦ μούνου πίνει βασιλεὺς καὶ ἄλλου οὐδενὸς ποταμοῦ.
大王出征时,从家中带足了准备妥当的粮食和羊群,尤其还随身携带了流经苏萨旁的科阿斯佩斯河之水;大王只饮用这一条河的水,而不饮用其他任何河流的水。
§1.188.2τούτου δὲ τοῦ Χοάσπεω τοῦ ὕδατος ἀπεψημένου πολλαὶ κάρτα ἅμαξαι τετράκυκλοι ἡμιόνεαι κομίζουσαι ἐν ἀγγηίοισι ἀργυρέοισι ἕπονται, ὅκῃ ἂν ἐλαύνῃ ἑκάστοτε.
这种科阿斯佩斯河的水在煮沸后,装在银制的器皿中,由极多的四轮骡车装载着,无论大王每次行军到哪里,它们都跟随着。