§1.171.1Ἅρπαγος δὲ καταστρεψάμενος Ἰωνίην ἐποιέετο στρατηίην ἐπὶ Κᾶρας καὶ Καυνίους καὶ Λυκίους, ἅμα ἀγόμενος καὶ Ἴωνας καὶ Αἰολέας.
哈尔帕哥斯在征服伊奥尼亚后,又带着伊奥尼亚人和埃奥利斯人,对卡里亚人、考诺斯人和吕基亚人发动了远征。
§1.171.2εἰσὶ δὲ τούτων Κᾶρες μὲν ἀπιγμένοι ἐς τὴν ἤπειρον ἐκ τῶν νήσων.
在这些之中,卡里亚人是从岛屿来到大陆的。
τὸ γὰρ παλαιὸν ἐόντες Μίνω κατήκοοι καὶ καλεόμενοι Λέλεγες εἶχον τὰς νήσους, φόρον μὲν οὐδένα ὑποτελέοντες, ὅσον καὶ ἐγὼ δυνατός εἰμι ἐπὶ μακρότατον ἐξικέσθαι ἀκοῇ· οἳ δέ, ὅκως Μίνως δέοιτο, ἐπλήρουν οἱ τὰς νέας.
因为在古代,他们是米诺斯的臣属,被称为莱莱格斯人,占领着这些岛屿,据我通过传闻所能追溯的最远范围而言,他们不缴纳任何贡税;但是,每当米诺斯有需要时,他们就为他配备船员。
§1.171.3ἅτε δὴ Μίνω τε κατεστραμμένου γῆν πολλὴν καὶ εὐτυχέοντος τῷ πολέμῳ, τὸ Καρικὸν ἦν ἔθνος λογιμώτατον τῶν ἐθνέων ἁπάντων κατὰ τοῦτον ἅμα τὸν χρόνον μακρῷ μάλιστα.
由于米诺斯征服了许多土地且在战争中屡屡得胜,卡里亚民族在同一时期是所有民族中远远最为著名的。
§1.171.4καί σφι τριξὰ ἐξευρήματα ἐγένετο, τοῖσι οἱ Ἕλληνες ἐχρήσαντο· καὶ γὰρ ἐπὶ τὰ κράνεα λόφους ἐπιδέεσθαι Κᾶρες εἰσὶ οἱ καταδέξαντες καὶ ἐπὶ τὰς ἀσπίδας τὰ σημήια ποιέεσθαι, καὶ ὄχανα ἀσπίσι οὗτοι εἰσὶ οἱ ποιησάμενοι πρῶτοι·
他们还有三项发明被希腊人所采用:因为是卡里亚人开创了在头盔上装饰羽冠、在盾牌上绘制徽章的做法,并且他们是首先在盾牌上制造把手的人。
τέως δὲ ἄνευ ὀχάνων ἐφόρεον τὰς ἀσπίδας πάντες οἳ περ ἐώθεσαν ἀσπίσι χρᾶσθαι, τελαμῶσι σκυτίνοισι οἰηκίζοντες, περὶ τοῖσι αὐχέσι τε καὶ τοῖσι ἀριστεροῖσι ὤμοισι περικείμενοι.
在此之前,所有习惯使用盾牌的人在携带盾牌时都没有把手,而是通过套在脖子和左肩上的皮带连接并操纵。
§1.171.5μετὰ δὲ τοὺς Κᾶρας χρόνῳ ὕστερον πολλῷ Δωριέες τε καὶ Ἴωνες ἐξανέστησαν ἐκ τῶν νήσων, καὶ οὕτω ἐς τὴν ἤπειρον ἀπίκοντο.
在卡里亚人之后,过了很久,多利安人和伊奥尼亚人把他们从岛屿上驱逐出去,他们这才来到了大陆。
κατὰ μὲν δὴ Κᾶρας οὕτω Κρῆτες λέγουσι γενέσθαι· οὐ μέντοι αὐτοί γε ὁμολογέουσι τούτοισι οἱ Κᾶρες, ἀλλὰ νομίζουσι αὐτοὶ ἑωυτοὺς εἶναι αὐτόχθονας ἠπειρώτας, καὶ τῷ οὐνόματι τῷ αὐτῷ αἰεὶ διαχρεωμένους τῷ περ νῦν.
关于卡里亚人,克里特人是这样说的;然而,卡里亚人自己并不同意这些说法,而是认为自己是土生土长的大陆人,并且一直使用着和现在完全相同的名字。
§1.171.6ἀποδείκνῦσι δὲ ἐν Μυλάσοισι Διὸς Καρίου ἱρὸν ἀρχαῖον, τοῦ Μυσοῖσι μὲν καὶ Λυδοῖσι μέτεστι ὡς κασιγνήτοισι ἐοῦσι τοῖσι Καρσί· τὸν γὰρ Λυδὸν καὶ τὸν Μυσὸν λέγουσι εἶναι Καρὸς ἀδελφεούς.
他们还在米拉萨展示了一座古老的卡里亚宙斯神庙,密细亚人和吕底亚人作为卡里亚人的兄弟,有权分享这座神庙;因为他们说吕多斯和缪索斯是卡罗斯的兄弟。
τούτοισι μὲν δὴ μέτεστι, ὅσοι δὲ ἐόντες ἄλλου ἔθνεος ὁμόγλωσσοι τοῖσι Καρσὶ ἐγένοντο, τούτοισι δὲ οὐ μέτα.
这些人的确享有分享权,但那些虽属其他民族、却变得与卡里亚人同享一种语言的人,则没有分享权。