Humanitext Reader

希罗多德 · 历史 §1.166.1-1.166.3

阿拉利亚海战与福凯亚人移居雷吉翁

第 166 段,共 1577 段 · 希腊语

内容简介

在库尔诺斯定居后的福凯亚人因掠夺邻人而与卡太基和伊特鲁里亚联军爆发海战。他们虽获胜但损失惨重,被迫离岛前往雷吉翁。

§1.166.1ἐπείτε δὲ ἐς τὴν Κύρνον ἀπίκοντο, οἴκεον κοινῇ μετὰ τῶν πρότερον ἀπικομένων ἐπʼ ἔτεα πέντε, καὶ ἱρὰ ἐνιδρύσαντο.
当他们到达库尔诺斯时,他们与先期到达的人共同生活了五年,并建立了神庙。
καὶ ἦγον γὰρ δὴ καὶ ἔφερον τοὺς περιοίκους ἅπαντας, στρατεύονται ὦν ἐπʼ αὐτοὺς κοινῷ λόγῳ χρησάμενοι Τυρσηνοὶ καὶ Καρχηδόνιοι, νηυσὶ ἑκάτεροι ἑξήκόντα.
由于他们对所有的邻人进行掠夺,因此伊特鲁里亚人和卡太基人达成协议,各派六十艘战船对他们发动了战争。
§1.166.2οἱ δὲ Φωκαιέες πληρώσαντες καὶ αὐτοὶ τὰ πλοῖα, ἐόντα ἀριθμὸν ἑξήκοντα, ἀντίαζον ἐς τὸ Σαρδόνιον καλεόμενον πέλαγος.
福凯亚人自己也装备了六十艘战船,在被称为萨尔多尼亚的海域迎战。
συμμισγόντων δὲ τῇ ναυμαχίῃ Καδμείη τις νίκη τοῖσι Φωκαιεῦσι ἐγένετο· αἱ μὲν γὰρ τεσσεράκοντά σφι νέες διεφθάρησαν, αἱ δὲ εἴκοσι αἱ περιεοῦσαι ἦσαν ἄχρηστοι· ἀπεστράφατο γὰρ τοὺς ἐμβόλους.
在交战时,福凯亚人获得了一种卡德摩斯式的胜利;因为他们有四十艘船被摧毁,剩下的二十艘也失去了作用,因为它们的冲角已被折弯。
§1.166.3καταπλώσαντες δὲ ἐς τὴν Ἀλαλίην ἀνέλαβον τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ὅσην οἷαι τε ἐγίνοντο αἱ νέες σφι ἄγειν, καὶ ἔπειτα ἀπέντες τὴν Κύρνον ἔπλεον ἐς Ῥήγιον.
他们乘船返回阿拉利亚,接上他们的妻子儿女以及船只所能装载的其他全部财产,然后放弃了库尔诺斯,驶往雷吉翁。

词汇与语法注释

  1. §1.166.1ἦγον γὰρ δὴ καὶ ἔφερον — 结合了动词 ἄγω(牵走,指人畜)与 φέρω(带走,指财物)的传统成语,意为“掠夺”。连接词 γάρ 与语气词 δή 结合,强调了这是他们遭受军事讨伐的直接且显而易见的原因。
  2. §1.166.2ἀριθμὸν — 观点宾格(限制宾格),意为“在数量上”或“数量为”。修饰分词 ἐόντα,表示起航的船只总数为六十艘。
  3. §1.166.2ἀπεστράφατο — 动词 ἀποστρέφω 的直陈式过去完成时被动语态第三人称复数形式。在爱奥尼亚方言中,辅音干动词的被动第三人称复数尾之 -ντο 被 -ατο 取代(相当于雅典方言的 ἀπεστραμμένοι ἦσαν)。宾格 τοὺς ἐμβόλους 是关系宾格(或被动语态中保留的宾语),意为“冲角被折弯”。
  4. §1.166.3ὅσην οἷαι τε ἐγίνοντο αἱ νέες σφι ἄγειν — 句式 οἷός τέ εἰμι + 不定式(能够做某事)。在此处,未完成过去时 ἐγίνοντο(来自 γίνομαι)被用作系动词,替代了 ἦσαν。代词 σφι 是关系或所有与格(对他们而言),使整句意为“凡是他们的船只能够为他们装载的”。

引用这一段

希罗多德, 历史 §1.166.1-1.166.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0016.tlg001.humanitext-grc2:1.166.1-1.166.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。