§1.166.1ἐπείτε δὲ ἐς τὴν Κύρνον ἀπίκοντο, οἴκεον κοινῇ μετὰ τῶν πρότερον ἀπικομένων ἐπʼ ἔτεα πέντε, καὶ ἱρὰ ἐνιδρύσαντο.
彼らはキュルノスに到着すると、先に到着していた者たちと共同で五年の間暮らし、神殿を建立した。
καὶ ἦγον γὰρ δὴ καὶ ἔφερον τοὺς περιοίκους ἅπαντας, στρατεύονται ὦν ἐπʼ αὐτοὺς κοινῷ λόγῳ χρησάμενοι Τυρσηνοὶ καὶ Καρχηδόνιοι, νηυσὶ ἑκάτεροι ἑξήκόντα.
しかし、彼らは周辺の住民すべてに対して略奪を働いていたので、これに対してチュルセニア人(エトルリア人)とカルタゴ人が、それぞれ六十隻の船をもって、合意の上で彼らに対して遠征軍を起こした。
§1.166.2οἱ δὲ Φωκαιέες πληρώσαντες καὶ αὐτοὶ τὰ πλοῖα, ἐόντα ἀριθμὸν ἑξήκοντα, ἀντίαζον ἐς τὸ Σαρδόνιον καλεόμενον πέλαγος.
フォカイア人たちも自分たちの船を、数にして六十隻艤装し、サルドニア(サルディニア)と呼ばれる海へと迎え撃ちに出た。
συμμισγόντων δὲ τῇ ναυμαχίῃ Καδμείη τις νίκη τοῖσι Φωκαιεῦσι ἐγένετο·
この海戦で激突した際、フォカイア人たちにとってはカドメイア式の勝利(割に合わない勝利)となった。
αἱ μὲν γὰρ τεσσεράκοντά σφι νέες διεφθάρησαν, αἱ δὲ εἴκοσι αἱ περιεοῦσαι ἦσαν ἄχρηστοι· ἀπεστράφατο γὰρ τοὺς ἐμβόλους.
というのも、彼らの船のうち四十隻が破壊され、残りの二十隻も衝角が曲げられてしまっていたために役に立たなくなったからである。
§1.166.3καταπλώσαντες δὲ ἐς τὴν Ἀλαλίην ἀνέλαβον τὰ τέκνα καὶ τὰς γυναῖκας καὶ τὴν ἄλλην κτῆσιν ὅσην οἷαι τε ἐγίνοντο αἱ νέες σφι ἄγειν, καὶ ἔπειτα ἀπέντες τὴν Κύρνον ἔπλεον ἐς Ῥήγιον.
彼らはアラリアへと船で戻ると、子供や妻たち、そして船が運ぶことのできる限りのその他の財産を乗せ、その後にキュルノスを捨ててレギオンへと航海した。