§1.161.1Χῖοι μέν νυν Πακτύην ἐξέδοσαν.
于是,希奥斯人交出了帕克提埃斯。
Μαζάρης δὲ μετὰ ταῦτα ἐστρατεύετο ἐπὶ τοὺς συμπολιορκήσαντας Τάβαλον, καὶ τοῦτο μὲν Πριηνέας ἐξηνδραποδίσατο, τοῦτο δὲ Μαιάνδρου πεδίον πᾶν ἐπέδραμε ληίην ποιεύμενος τῷ στρατῷ, Μαγνησίην τε ὡσαύτως.
在此之后,马扎雷斯出兵讨伐那些共同包围塔巴洛斯的人,他一方面将普里埃涅人奴役,另一方面席卷了整个迈安德罗斯平原,使其成为军队掠夺的对象,对马格内西亚也同样如此。
μετὰ δὲ ταῦτα αὐτίκα νούσῳ τελευτᾷ.
此后不久,他便因病去世。