§1.137.1αἰνέω μέν νυν τόνδε τὸν νόμον, αἰνέω δὲ καὶ τόνδε, τὸ μὴ μιῆς αἰτίης εἵνεκα μήτε αὐτὸν τὸν βασιλέα μηδένα φονεύειν, μήτε τῶν ἄλλων Περσέων μηδένα τῶν ἑωυτοῦ οἰκετέων ἐπὶ μιῇ αἰτίῃ ἀνήκεστον πάθος ἔρδειν· ἀλλὰ λογισάμενος ἢν εὑρίσκῃ πλέω τε καὶ μέζω τὰ ἀδικήματα ἐόντα τῶν ὑπουργημάτων, οὕτω τῷ θυμῷ χρᾶται.
一方面,我赞美这(前述)一条法律,另一方面,我也赞美这一条:即无论是国王本人,不得仅因单一的罪名就将任何人处死,还是其他任何波斯人,不得仅因单一的过失就对自己的家仆施加不可挽回的伤害;相反,在经过权衡之后,如果发现其过错比其功绩更多且更大,此时方可发怒。
§1.137.2ἀποκτεῖναι δὲ οὐδένα κω λέγουσι τὸν ἑωυτοῦ πατέρα οὐδὲ μητέρα, ἀλλὰ ὁκόσα ἤδη τοιαῦτα ἐγένετο, πᾶσαν ἀνάγκην φασὶ ἀναζητεόμενα ταῦτα ἀνευρεθῆναι ἤτοι ὑποβολιμαῖα ἐόντα ἢ μοιχίδια·
他们还说,至今还没有任何人杀害过自己的父亲或母亲;但凡是已经发生过的此类事件,他们声称,在经过彻底调查之后,必然会发现这些犯事者要么是收养的私生子,要么是偷情所生之子。
οὐ γὰρ δή φασι οἰκὸς εἶναι τόν γε ἀληθέως τοκέα ὑπὸ τοῦ ἑωυτοῦ παιδὸς ἀποθνήσκειν.
因为他们认为,亲生父母被自己的孩子杀害,这实在是不合情理的事。