§1.134.1ἐντυγχάνοντες δʼ ἀλλήλοισι ἐν τῇσι ὁδοῖσι, τῷδε ἄν τις διαγνοίη εἰ ὅμοιοί εἰσὶ οἱ συντυγχάνοντες· ἀντὶ γὰρ τοῦ προσαγορεύειν ἀλλήλους φιλέουσι τοῖσι στόμασι· ἢν δὲ ᾖ οὕτερος ὑποδεέστερος ὀλίγῳ, τὰς παρειὰς φιλέονται· ἢν δὲ πολλῷ ᾖ οὕτερος ἀγεννέστερος, προσπίπτων προσκυνέει τὸν ἕτερον.
当他们在路上相遇时,人们可以通过以下方式辨别相遇的人是否地位相等:因为他们不互相口头问候,而是亲吻嘴唇;但如果其中一人地位稍低,他们就亲吻脸颊;如果其中一人地位低下得多,他就会俯伏在地向另一人下拜。
§1.134.2τιμῶσι δὲ ἐκ πάντων τοὺς ἄγχιστα ἑωυτῶν οἰκέοντας μετά γε ἑωυτούς, δευτέρα δὲ τοὺς δευτέρους· μετὰ δὲ κατὰ λόγον προβαίνοντες τιμῶσι· ἥκιστα δὲ τοὺς ἑωυτῶν ἑκαστάτω οἰκημένους ἐν τιμῇ ἄγονται, νομίζοντες ἑωυτοὺς εἶναι ἀνθρώπων μακρῷ τὰ πάντα ἀρίστους, τοὺς δὲ ἄλλους κατὰ λόγον τῆς ἀρετῆς ἀντέχεσθαι, τοὺς δὲ ἑκαστάτω οἰκέοντας ἀπὸ ἑωυτῶν κακίστους εἶναι.
在所有的民族中,他们最尊重紧邻自己居住的人,其次是第二近的人;在此之后,他们按照距离的比例依次予以尊重;而对那些离他们最远的人,他们最不尊重,因为他们认为自己是全人类中在各方面都远远最优秀的,而其他人的优秀程度则是按距离比例递减,离他们最远的人则是最差的。
§1.134.3ἐπὶ δὲ Μήδων ἀρχὸν τῶν καὶ ἦρχε τὰ ἔθνεα ἀλλήλων, συναπάντων μὲν Μῆδοι καὶ τῶν ἄγχιστα οἰκεόντων σφίσι, οὗτοι δὲ καὶ τῶν ὁμούρων, οἳ δὲ μάλα τῶν ἐχομένων, κατὰ τὸν αὐτὸν δὴ λόγον καὶ οἱ Πέρσαι τιμῶσι· προέβαινε γὰρ δὴ τὸ ἔθνος ἄρχον τε καὶ ἐπιτροπεῦον.
在米底人统治时期,各民族也互相统治:米底人统治所有人,特别是紧邻他们居住的人,而这些人又统治他们的邻居,邻居又统治紧邻他们的人,波斯人正是按照这完全相同的比例来予以尊重的;因为那个统治和管辖的民族正是这样依次向外扩展的。