§1.103.1Φραόρτεω δὲ τελευτήσαντος ἐξεδέξατο Κυαξάρης ὁ Φραόρτεω τοῦ Δηιόκεω παῖς.
弗拉ortes去世后,其子、迪奥凯斯之孙基亚克萨列斯继承了王位。
οὗτος λέγεται πολλὸν ἔτι γενέσθαι ἀλκιμώτερος τῶν προγόνων, καὶ πρῶτός τε ἐλόχισε κατὰ τέλεα τοὺς ἐν τῇ Ἀσίῃ καὶ πρῶτος διέταξε χωρὶς ἑκάστους εἶναι, τούς τε αἰχμοφόρους καὶ τοὺς τοξοφόρους καὶ τοὺς ἱππέας· πρὸ τοῦ δὲ ἀναμὶξ ἦν πάντα ὁμοίως ἀναπεφυρμένα.
据说他比他的祖先们要骁勇得多,并且是第一个在亚洲按兵种编队的人,也是第一个将矛兵、弓兵和骑兵各自独立配置的人;在此之前,所有的兵种都是杂乱地混在一起。
§1.103.2οὗτος ὁ τοῖσι Λυδοῖσι ἐστὶ μαχεσάμενος ὅτε νὺξ ἡ ἡμέρη ἐγένετό σφι μαχομένοισι, καὶ ὁ τὴν Ἅλυος ποταμοῦ ἄνω Ἀσίην πᾶσαν συστήσας ἑωυτῷ.
正是这个人,曾在与吕底亚人交战时,在战斗中白昼变成了黑夜;也是他,将哈吕斯河上游的整个亚洲统一在自己的统治之下。
συλλέξας δὲ τοὺς ὑπʼ ἑωυτῷ ἀρχομένους πάντας ἐστρατεύετο ἐπὶ τὴν Νίνον, τιμωρέων τε τῷ πατρὶ καὶ τὴν πόλιν ταύτην θέλων ἐξελεῖν.
他召集了所有受他统治的臣民,向尼诺斯进军,既是为了替父亲复仇,也是想要攻陷这座城市。
§1.103.3καί οἱ, ὡς συμβαλὼν ἐνίκησε τοὺς Ἀσσυρίους, περικατημένῳ τὴν Νίνον ἐπῆλθε Σκυθέων στρατὸς μέγας, ἦγε δὲ αὐτοὺς βασιλεὺς ὁ Σκυθέων Μαδύης Προτοθύεω παῖς·
当他与亚述人交战并击败他们、正包围着尼诺斯时,一支庞大的斯基泰人军队向他袭来,率领他们的是斯基泰人的国王、普罗托提伊斯之子马杜埃斯。
οἳ ἐσέβαλον μὲν ἐς τὴν Ἀσίην Κιμμερίους ἐκβαλόντες ἐκ τῆς Εὐρώπης, τούτοισι δὲ ἐπισπόμενοι φεύγουσι οὕτω ἐς τὴν Μηδικὴν χώρην ἀπίκοντο.
他们是在将辛梅里安人驱逐出欧洲后入侵亚洲的,并在追击逃跑的辛梅里安人时,就这样来到了米底人的领地。