← デモステネス

第六十弁論 葬送演説

§30-37

残る諸部族の祖先と遺族への慰藉と訓戒

著者は残る各部族(オイネウス族からアンティオコス族)の神話的・歴史的模範に触れ、遺族が直面する悲しみと死者が得た不滅の幸福を対比する。そして、遺族に対してこの気高い死を誇りとして耐え、最後に国葬の儀礼を終えて静かに立ち去るよう促す。

表示 ▾
表示
訳
訳の書体
AI ↗
← 前次 →
§30

οὐκ ἐλάνθανεν Οἰνείδας ὅτι Κάδμου μὲν Σεμέλη, τῆς δʼ ὃν οὐ πρέπον ἐστὶν ὀνομάζειν ἐπὶ τοῦδε τοῦ τάφου,1 τοῦ δʼ Οἰνεὺς γέγονεν, ὃς ἀρχηγὸς αὐτῶν ἐκαλεῖτο. κοινοῦ δʼ ὄντος ἀμφοτέραις ταῖς πόλεσιν τοῦ παρόντος κινδύνου, ὑπὲρ ἀμφοτέρων ἅπασαν ᾤοντο δεῖν ἀγωνίαν ἐκτεῖναι. ᾔδεσαν Κεκροπίδαι τὸν ἑαυτῶν ἀρχηγὸν τὰ μὲν ὡς ἔστιν δράκων, τὰ δʼ ὡς ἔστιν ἄνθρωπος λεγόμενον, οὐκ ἄλλοθέν ποθεν ἢ τῷ τὴν σύνεσιν αὐτοῦ προσομοιοῦν ἀνθρώπῳ, τὴν ἀλκὴν δὲ δράκοντι. ἄξια δὴ τούτων πράττειν ὑπελάμβανον αὑτοῖς προσήκειν.

オイネウス族は、カドモスからセメレーが生まれ、彼女から(この墓の前で名を呼ぶのがふさわしくない)あの者が生まれ、その者から、彼らの祖と呼ばれるオイネウスが生まれたことを知っていた。そして、今回の危険が双方のポリスにとって共通のものであるからには、双方のためにあらゆる戦いを尽くすべきであると考えた。ケクロプス族は、自らの祖が、ある部分は蛇であり、ある部分は人間であると言われているのを知っていたが、それは彼の知恵を人間に、その武勇を蛇になぞらえたこと以外の理由からではない。それゆえ、これにふさわしい行いをすることが自分たちに義務づけられていると考えた。

§31

ἐμέμνηνθʼ Ἱπποθωντίδαι τῶν Ἀλόπης γάμων, ἐξ ὧν Ἱπποθῶν ἔφυ, καὶ τὸν ἀρχηγὸν ᾔδεσαν· ὧν, τὸ πρέπον φυλάττων ἐγὼ τῷδε τῷ καιρῷ, τὸ σαφὲς εἰπεῖν ὑπερβαίνω. ἄξια δὴ τούτων ᾤοντο δεῖν ποιοῦντες ὀφθῆναι. οὐκ ἐλάνθανεν Αἰαντίδας ὅτι τῶν ἀριστείων στερηθεὶς Αἴας ἀβίωτον ἑαυτῷ ἡγήσατο τὸν βίον. ἡνίκʼ οὖν ὁ δαίμων ἄλλῳ τἀριστεῖʼ ἐδίδου, τότε τοὺς ἐχθροὺς ἀμυνόμενοι τεθνάναι δεῖν ᾤοντο, ὥστε μηδὲν ἀνάξιον αὑτῶν παθεῖν. οὐκ ἠμνημόνουν Ἀντιοχίδαι Ἡρακλέους ὄντʼ Ἀντίοχον. δεῖν οὖν ἡγήσαντʼ ἢ ζῆν ἀξίως τῶν ὑπαρχόντων ἢ τεθνάναι καλῶς.

ヒッポトオン族は、そこからヒッポトオンが生まれたアロペーの婚姻を覚えており、その祖を知っていた。それらの事柄について、私はこの機会にふさわしい慎みを保ち、詳細を語るのを控える。彼らはこれにふさわしい行いをしている姿を見せるべきだと考えた。アイアース族は、褒賞を奪われたアイアースが、自らの生を生きるに値しないものと考えたことを知っていた。それゆえ、神が他者にその褒賞を与えたときには、自分たちにふさわしくない不名誉を被らないよう、敵を防いで死ぬべきだと考えたのである。アンティオコス族は、アンティオコスがヘーラクレースの子であることを忘れていなかった。それゆえ、自らの出自にふさわしく生きるか、さもなくば美しく死ぬべきだと考えた。

§32

οἱ μὲν οὖν ζῶντες οἰκεῖοι τούτων ἐλεινοί, τοιούτων ἀνδρῶν ἐστερημένοι καὶ συνηθείας πολλῆς καὶ φιλανθρώπου διεζευγμένοι, καὶ τὰ τῆς πατρίδος πράγματʼ ἔρημα καὶ δακρύων καὶ πένθους πλήρη· οἱ δʼ εὐδαίμονες τῷ δικαίῳ λογισμῷ. πρῶτον μὲν ἀντὶ μικροῦ χρόνου πολὺν καὶ τὸν ἅπαντʼ εὔκλειαν ἀγήρω καταλείπουσιν, ἐν ᾗ καὶ παῖδες οἱ τούτων ὀνομαστοὶ τραφήσονται καὶ γονεῖς περίβλεπτοι γηροτροφήσονται, παραψυχὴν τῷ πένθει τὴν τούτων εὔκλειαν ἔχοντες.

さて、これら死者の残された身内は、このような男たちを失い、長年の温かい交わりから引き裂かれ、祖国の国事もまた荒廃して涙と嘆きに満ちており、憐れむべき状態にある。しかし、死者たちは正しい理性に照らせば、幸福である。第一に、彼らはわずかな時間の代わりに、長く、いや永遠の老いることのない栄光を遺している。その栄光の中で、高名な彼らの子供たちは育てられ、人目を引く彼らの両親は、その栄光を悲しみの慰めとしながら老後の世話を受けることだろう。

§33

ἔπειτα νόσων ἀπαθεῖς τὰ σώματα καὶ λυπῶν ἄπειροι τὰς ψυχάς, ἃς ἐπὶ τοῖς συμβεβηκόσιν οἱ ζῶντες ἔχουσιν, ἐν μεγάλῃ τιμῇ καὶ πολλῷ ζήλῳ τῶν νομιζομένων τυγχάνουσιν. οὓς γὰρ ἅπασα μὲν ἡ πατρὶς θάπτει δημοσίᾳ, κοινῶν δʼ ἐπαίνων μόνοι τυγχάνουσιν, ποθοῦσι δʼ οὐ μόνοι συγγενεῖς καὶ πολῖται, ἀλλὰ πᾶσαν ὅσην Ἑλλάδα χρὴ προσειπεῖν, συμπεπένθηκεν δὲ καὶ τῆς οἰκουμένης τὸ πλεῖστον μέρος, πῶς οὐ χρὴ τούτους εὐδαίμονας νομίζεσθαι;

第二に、肉体は病を被ることもなく、魂は生者が出来事に対して抱く悲しみを知ることもなく、多大なる名誉と、慣習上の多くの敬意を受けているのである。祖国全体が国葬を以て葬り、公共の賛辞を独占し、親族や市民だけでなく、ギリシアと呼ぶべき地すべてが彼らを慕い、世界の大半の人々がともに喪に服しているというのに、どうして彼らを幸福と見なさないことがあろうか。

§34

οὓς παρέδρους εἰκότως ἄν τις φήσαι2 τοῖς κάτω θεοῖς εἶναι, τὴν αὐτὴν τάξιν ἔχοντας τοῖς προτέροις ἀγαθοῖς ἀνδράσιν ἐν μακάρων νήσοις. οὐ γὰρ ἰδών τις οὐδὲ περὶ ἐκείνων ταῦτʼ ἀπήγγελκεν, ἀλλʼ οὓς οἱ ζῶντες ἀξίους ὑπειλήφαμεν τῶν ἄνω τιμῶν, τούτους τῇ δόξῃ καταμαντευόμενοι κἀκεῖ τῶν αὐτῶν τιμῶν ἡγούμεθʼ αὐτοὺς τυγχάνειν.

人は彼らを、冥界の神々の陪席者であり、至福者の島々において先代の優れた男たちと同じ地位を占めていると当然ながら言うことができるだろう。なぜなら、誰もそれら先代の男たちについて直接見たわけでも報告したわけでもないが、我々生者が天上の栄誉に値すると考えている者たちこそ、来世でもそれと同じ栄誉を受けているだろうと、評判から推測して考えているからである。

§35

ἔστι μὲν οὖν ἴσως χαλεπὸν τὰς παρούσας συμφορὰς λόγῳ κουφίσαι· δεῖ δʼ ὅμως πειρᾶσθαι καὶ πρὸς τὰ παρηγοροῦντα τρέπειν τὴν ψυχήν, ὡς τοὺς τοιούτους ἄνδρας γεγεννηκότας καὶ πεφυκότας αὐτοὺς ἐκ τοιούτων ἑτέρων καλόν ἐστιν τὰ δείνʼ εὐσχημονέστερον τῶν ἄλλων φέροντας ὁρᾶσθαι καὶ πάσῃ τύχῃ χρωμένους ὁμοίους εἶναι.

さて、おそらく現在の不運を言葉によって和らげることは困難であろう。しかし、それでも試み、魂を慰めとなるものへと向けるべきである。すなわち、このような男たちを生み出し、自らもまたそのような先祖から生まれた人々として、恐るべき不幸を他の人々よりも気高く耐える姿を見せ、いかなる運命に遭っても揺るがないことは美しいことだからである。

§36

καὶ γὰρ ἐκείνοις ταῦτʼ ἂν εἴη μάλιστʼ ἐν κόσμῳ καὶ τιμῇ, καὶ πάσῃ τῇ πόλει καὶ τοῖς ζῶσιν ταῦτʼ ἂν ἐνέγκοι πλείστην εὐδοξίαν. χαλεπὸν πατρὶ καὶ μητρὶ παίδων στερηθῆναι καὶ ἐρήμοις εἶναι τῶν οἰκειοτάτων γηροτρόφων· σεμνὸν δέ γʼ ἀγήρως τιμὰς καὶ μνήμην ἀρετῆς δημοσίᾳ κτησαμένους ἐπιδεῖν, καὶ θυσιῶν καὶ ἀγώνων ἠξιωμένους ἀθανάτων.

なぜなら、死者たちにとってもそれが最大の栄誉と尊厳になり、ポリス全体と生き残った人々にとっても、それが最大の好名声をもたらすからである。父や母にとって子供たちを奪われ、最も身近な老後の養い手を失って孤独になることは辛いことである。しかし、彼らが老いることのない誉れと徳の記憶を公に獲得したこと、そして不滅の犠牲祭と競技に値する者となったことを見るのは崇高なことである。

§37

λυπηρὸν παισὶν ὀρφανοῖς γεγενῆσθαι πατρός· καλὸν δέ γε κληρονομεῖν πατρῴας εὐδοξίας. καὶ τοῦ μὲν λυπηροῦ τούτου τὸν δαίμονʼ αἴτιον εὑρήσομεν ὄντα, ᾧ φύντας ἀνθρώπους εἴκειν ἀνάγκη, τοῦ δὲ τιμίου καὶ καλοῦ τὴν τῶν ἐθελησάντων καλῶς ἀποθνῄσκειν αἵρεσιν. ἐγὼ μὲν οὖν οὐχ ὅπως πολλὰ λέξω, τοῦτʼ ἐσκεψάμην, ἀλλʼ ὅπως τἀληθῆ.3 ὑμεῖς δʼ ἀποδυράμενοι καὶ τὰ προσήκονθʼ ὡς χρὴ καὶ νόμιμα ποιήσαντες ἄπιτε.

子供たちにとって父を失って孤児となることは悲しいことである。しかし、父の好名声を継承することは美しいことである。そして、この悲しい事柄については神霊にその原因があることが分かるだろうが、人間として生まれた以上はそれに従うほかなく、一方で尊く美しい事柄については、美しく死ぬことを望んだ者たちの選択にその原因がある。 さて、私は多くのことを語ることではなく、真実を語ることを心がけた。あなたがたは哀悼を捧げ、ふさわしい義務と慣習をなしたのち、立ち去るがよい。

構文注3 件
  1. 30τῆς δʼ ὃν οὐ πρέπον ἐστὶν ὀνομάζειν ἐπὶ τοῦδε τοῦ τάφου

    先行詞を省略した関係節(ὃν は ὀνομάζειν の目的語)であり、セメレーの子(ディオニュソス)を指す。墓地という死者を追悼する神聖な場において、豊穣や陶酔の神であるディオニュソスの名前を直接口にすることを避ける宗教的・慣習的忌避が示されている。

  2. 34ἄν τις φήσαι

    接続詞のない独立文における potential optative(潜在希求法)。「〜と言うことができるだろう、言ってもよかろう」という控えめな主張を表す。

  3. 37οὐχ ὅπως πολλά λέξω... ἀλλʼ ὅπως τἀληθῆ

    「〜を考慮したのではなく、むしろ〜を考慮した」という対比構造。οὐχ ὅπως の後に動詞 λέξω(接続法)が続き、ἀλλʼ ὅπως の後には ἐρῶ などの動詞、あるいは先行する ἐσκεψάμην(私は心がけた)にかかる構造が補完される。

翻訳:Gemini 3.5 Flash(2026-05-22 公開)・日本語訳と原文の修正履歴(2 件・最終 2026-11-15)
  • 2026-11-15 AI校閲 — 注 1 件
  • 2026-06-05 校訂者 — 訳文 1 件
urn:cts:greekLit:tlg0014.tlg060.humanitext-grc2:30-37