Humanitext Reader

狄摩西尼 · 控诉提摩太 §63-69

反驳账簿记录辩解与拒绝誓言之由及结语

第 9 段,共 9 段 · 希腊语

内容简介

阿波罗多洛斯预料并反驳了提摩太关于银行记录时间的辩解,并通过揭露提摩太过去的多次背誓行为,解释了自己拒绝接受誓言挑战的原因。他最后请求陪审员协助他向不诚实的债务人收回父亲留下的欠款。

§63ὥστʼ ἐὰν ταύτῃ ἀπολογίᾳ καταχρῆται, ὅτι οὐκ ἐπεδήμει ἐν τοῖς χρόνοις ἐν οἷς γέγραπται τὴν τιμὴν τῶν φιαλῶν ὀφείλων, ὑποβάλλετε αὐτῷ ὅτι ἔλαβες μὲν ἐπιδημῶν· ἐπειδὴ δὲ οὐκ ἀπέφερες, ἀπεδήμεις δέ, οὐκ ἦσαν δὲ αἱ φιάλαι ἃς ὁ θέμενος ἀπῄτει, ἐγράφης τὴν τιμὴν αὐτῶν ὀφείλων, ὃ ἀπετείσθη τῶν φιαλῶν.
因此,如果他滥用这一辩解,称自己在被记录为欠下浅杯价格的时期并不在国中,你们应当这样反驳他: “你是在留在国内时收到的;但因为你没有送还,而且你当时在外,而存入者所索要的浅杯又不在,所以你被记录为欠下它们的价格,即代偿浅杯所付的款项。
§64ἀλλὰ νὴ Δία, φήσει ἴσως, ἔδει τὸν πατέρα τὸν ἐμὸν ἀπαιτεῖν αὐτὸν τὰς φιάλας.
” 但是,凭着宙斯,他也许会说,我父亲本该向他索要那些浅杯。
ἀλλʼ ἑώρα σε ὡς ἠποροῦ.
然而,我父亲看到你当时正处于困境。
κᾆτα περὶ μὲν τοῦ ἄλλου χρέως σοι ἐπίστευεν, καὶ ἡγεῖτο, ἐπειδὰν ἔλθῃς, ἀπολήψεσθαι παρὰ σοῦ εὐπορήσαντος, περὶ δὲ τῶν φιαλῶν σοι ἀπιστήσειν ἔμελλεν;
难道他信任你的其他债务,并认为等你回来境况好转时就能收回,却偏偏在浅杯的事情上不信任你吗?
καὶ ὑπέσχετο μὲν δεομένου σου τὸ ναῦλον τῶν ξύλων παρασχήσειν, ὅτε ἀνήγου πρὸς βασιλέα· ἕνεκα δὲ τῶν φιαλῶν, δυοῖν οὐσῶν, ἀπιστήσειν σοι ἔμελλε;
而且,在你动身去国王那里时,因你恳求,他答应为你提供木材的运费;却偏偏会为了仅仅两个浅杯而不信任你吗?
καὶ τὸ μὲν ἄλλο χρέως σε οὐκ ἀπῄτει, ἀπορούμενον ὁρῶν, τὰς δὲ φιάλας ἔμελλεν;
他看到你困难而没有向你索要其他债务,却偏偏会索要这些浅杯吗?
§65βούλομαι τοίνυν ὑμῖν καὶ περὶ τῆς προκλήσεως τοῦ ὅρκου εἰπεῖν, ἣν ἐγὼ τοῦτον προὐκαλεσάμην καὶ οὗτος ἐμέ.
接着,我也想向你们谈谈誓言的挑战,这是我向他提出、而他也向我提出的。
ἐμβαλομένου γὰρ ἐμοῦ ὅρκον εἰς τὸν ἐχῖνον, ἠξίου οὗτος καὶ αὐτὸς ὀμόσας ἀπηλλάχθαι.
因为当我将誓言投入证据箱时,此人也要求通过自己宣誓来免除诉讼。
ἐγὼ δʼ εἰ μὲν μὴ περιφανῶς αὐτὸν ᾔδη πολλοὺς καὶ μεγάλους ὅρκους ἐπιωρκηκότα καὶ πόλεσι καὶ ἰδιώταις, ἔδωκα ἂν αὐτῷ τόνδε τὸν ὅρκον· νῦν δέ μοι ἐδόκει, μαρτύρων μὲν ὄντων ἐμοὶ ὡς ἔλαβον τὸ ἀργύριον ἀπὸ τῆς τραπέζης οἷς οὗτος ἐκέλευσεν δοῦναι, περιφανῶν δὲ τεκμηρίων, δεινὸν εἶναι τὸν ὅρκον δοῦναι τούτῳ, ὃς οὐχ ὅπως εὐορκήσει πρόνοιαν ποιήσεται, ἀλλʼ οὐδὲ τῶν ἱερῶν αὐτῶν ἕνεκα τοῦ πλεονεκτήματος ἀπέσχηται.
如果我不是清楚地知道他曾对城邦和个人轻易地背弃过许多庄严的誓言,我本会让他进行这次宣誓的;但在目前的情况下,既然我有证人证明银行已将钱付给此人指定的人,且有显而易见的证据,我认为把宣誓的机会给此人是非常危险的,因为他不仅不会考虑如何真诚地宣誓,反而为了利益连神圣之物都毫不避讳。
§66τὰ μὲν οὖν καθʼ ἕκαστα πόλλʼ ἂν εἴη λέγειν, ὧν ἐπιώρκηκεν οὗτος ῥᾳδίως· οὓς δὲ περιφανέστατα καὶ ὑμεῖς αὐτῷ πάντες σύνιστε ὅρκους ἐπιωρκηκότι, τούτους ἀναμνήσω ὑμᾶς.
如果要逐一列举他平生轻易背弃的誓言,那将说之不尽;但我将向你们提起大家都最清楚地知道他曾背誓的那些誓言。
ἴστε γὰρ τοῦτον ἐν τῷ δήμῳ ὀμόσαντα καὶ ἐπαρασάμενον αὑτῷ ἐξώλειαν, εἰ μὴ γράψοιτο Ἰφικράτην ξενίας, καὶ καθιερώσαντα τὴν οὐσίαν τὴν ἑαυτοῦ.
因为你们知道,他在公民大会上曾宣誓并诅咒自己,如果不以非法取得公民权的罪名起诉伊菲克拉特斯,他就将自我毁灭,并宣称将自己的财产充公。
ὀμόσας δὲ ταῦτα καὶ ὑποσχόμενος ἐν τῷ δήμῳ, οὐ πολλῷ χρόνῳ ὕστερον ἕνεκα τοῦ συμφέροντος αὑτῷ ἔδωκεν τῷ υἱεῖ τῷ ἐκείνου τὴν θυγατέρα.
然而,他在公民大会上宣誓并做出这一承诺后,没过多久,为了自己的利益,他把自己的女儿嫁给了那人的儿子。
§67ὃς οὖν οὔτε ὑμᾶς ᾐσχύνθη ἐξαπατῆσαι ὑποσχόμενος, νόμων ὄντων, ἐάν τις τὸν δῆμον ὑποσχόμενος ἐξαπατήσῃ, εἰσαγγελίαν εἶναι περὶ αὐτοῦ, οὔτε τοὺς θεοὺς ὀμόσας καὶ ἐπαρασάμενος ἑαυτῷ ἔδεισεν, οὓς ἐπιώρκησεν, πῶς οὐκ εἰκὸς ἐμὲ τούτῳ μὴ ἐθέλειν ὅρκον δοῦναι;
那么,他既不羞于通过做出承诺来欺骗你们——尽管有法律规定,如果有人通过做出承诺欺骗人民,将对他提起弹劾——也不害怕他曾对之宣誓并诅咒自己的神明(他已经背弃了这些神明),那么我不想让他进行宣誓,这难道不是理所当然的吗?
οὔπω τοίνυν πολὺς χρόνος ἐστὶν ἐξ ὅτου ἐν τῷ δήμῳ πάλιν διωμόσατο μὴ εἶναι αὑτῷ ἐφόδια τῷ γήρᾳ ἱκανά, τοσαύτην οὐσίαν κεκτημένος· οὕτως ἄπληστος καὶ αἰσχροκερδὴς ὁ τρόπος αὐτοῦ ἐστιν.
此外,他拥有如此多的财产,却在公民大会上再次宣誓说自己没有足够的养老资金,这离现在还没有过去多久;他的本性就是如此贪婪和廉耻扫地。
§68ἡδέως δʼ ἂν ἔγωγε πυθοίμην ὑμῶν εἰ ὀργίζεσθε τοῖς ἀνεσκευασμένοις τῶν τραπεζιτῶν.
我倒想乐意问问你们,你们是否对那些破产的银行家感到愤怒。
εἰ γὰρ ἐκείνοις ὀργίζεσθε δικαίως ὅτι ἀδικοῦσιν ὑμᾶς, πῶς οὐκ εἰκός ἐστιν βοηθεῖν τοῖς μηδὲν ἀδικοῦσιν;
因为如果你们因为他们伤害了你们而合理地对他们感到愤怒,那么帮助那些没有做任何错事的人难道不是理所当然的吗?
καὶ μὴν διὰ τούτους τοὺς ἄνδρας αἱ τράπεζαι ἀνασκευάζονται, ὅταν ἀπορούμενοι μὲν δανείζωνται καὶ οἴωνται διὰ τὴν δόξαν πιστεύεσθαι δεῖν, εὐπορήσαντες δὲ μὴ ἀποδιδῶσιν, ἀλλʼ ἀποστερῶσιν.
事实上,正是因为这样的人,银行才会破产,因为他们困难时借钱,认为凭借名望就应当被信任,但当他们富裕时却不偿还,反而进行欺诈。
§69ὅσων μὲν τοίνυν, ὦ ἄνδρες δικασταί, ἐδυνάμην ὑμῖν μάρτυρας παρασχέσθαι, μεμαρτυρήκασί μοι· ἔτι δὲ καὶ ἐκ τεκμηρίων δεδήλωκα ὑμῖν ὡς ὀφείλει Τιμόθεος τὸ ἀργύριον τῷ πατρὶ τῷ ἐμῷ.
陪审员诸位,凡是我能够提供证人的事,他们都已经为我作证了;而且,我也通过证据向你们表明,提摩太欠了我父亲这笔钱。
δέομαι οὖν ὑμῶν συνεισπρᾶξαί μοι τοὺς ὀφείλοντας, ἅ μοι ὁ πατὴρ κατέλιπεν.
因此,我请求你们协助我,向债务人收回我父亲留给我的这些财产。

词汇与语法注释

  1. §63ὑποβάλλετε — 这里的 ὑποβάλλετε 促使陪审员在被告发言时打断或进行反驳。
  2. §65ἐμβαλομένου ... ὅρκον — 属格独立结构(genitive absolute)。指原告将誓言书(挑战书)投入保存证据的密封装罐(ἐχῖνος)中的诉讼程序。
  3. §65οὐχ ὅπως ... ἀλλά — 意思是“不仅不……反而连……”。这里指他不仅不会考虑履行誓言,反而为了利益连神圣之物都不放过。
  4. §67ὃς οὖν — 句首的关系代词 ὃς 起指示代词的作用(“因此,这样的人……”),构成后续主句“怎么会不合理呢……”的逻辑主语。

引用这一段

狄摩西尼, 控诉提摩太 §63-69. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg049.humanitext-grc2:63-69

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。