Humanitext Reader

狄摩西尼 · 控诉奥林匹奥多鲁斯 §1-7

起诉缘由与科蒙的遗产之争

第 1 段,共 7 段 · 希腊语

内容简介

原告陈述了其亲戚奥林匹奥多罗斯对他造成的伤害,请求审判员予以调解或作出公正判决。随后,他开始讲述亲戚科蒙的去世以及奥林匹奥多罗斯如何对遗产分配提出无耻的主张。

§1ἀναγκαῖον ἴσως ἐστίν, ὦ ἄνδρες δικασταί, καὶ τοὺς μὴ εἰωθότας μηδὲ δυναμένους εἰπεῖν εἰσιέναι εἰς δικαστήριον, ἐπειδὰν ὑπό τινος ἀδικῶνται, ἄλλως τε καὶ ὑφʼ ὧν ἥκιστα προσῆκεν, οἷον καὶ ἐμοὶ νυνὶ συμβαίνει.
审判员先生们,也许对于那些不习惯也不擅长辞令的人来说,一旦受到某人的伤害,特别是受到最不该伤害他们的人的伤害时,也有必要出庭,正如我现在所遭遇的那样。
οὐ βουλόμενος γάρ, ὦ ἄνδρες δικασταί, ἀγωνίζεσθαι πρὸς Ὀλυμπιόδωρον οἰκεῖον ὄντα καὶ ἀδελφὴν τούτου ἔχων, ἠνάγκασμαι διὰ τὸ μεγάλʼ ἀδικεῖσθαι ὑπὸ τούτου.
因为,审判员先生们,我本不想与身为亲戚且娶了其姐妹为妻的奥林匹奥多罗斯对簿公堂,但由于受到他的极大伤害,我被迫如此。
§2εἰ μὲν οὖν μὴ ἀδικούμενος, ὦ ἄνδρες δικασταί, ἀλλὰ ψεῦδός τι ἐγκαλῶν Ὀλυμπιοδώρῳ τούτων τι ἐποίουν, ἢ τοῖς ἐπιτηδείοις τοῖς ἐμοῖς καὶ Ὀλυμπιοδώρου μὴ ἐθέλων ἐπιτρέπειν, ἢ ἄλλου τινὸς τῶν δικαίων ἀφιστάμενος, εὖ ἴστε ὅτι πάνυ ἂν ᾐσχυνόμην καὶ ἐνόμιζον ἂν ἐμαυτὸν φαῦλον εἶναι ἄνθρωπον·
因此,审判员先生们,如果我是在没有受到伤害的情况下,对奥林匹奥多罗斯提出虚假指控,或者拒绝将此事托付给我们共同的朋友,或者逃避任何其他正当的义务,那么请确信,我一定会感到极其羞愧,并认为自己是个卑劣的人。
νῦν δʼ οὔτε μικρὰ ἐλαττούμενος ὑπὸ Ὀλυμπιοδώρου, οὔτε διαλλακτὴν οὐδένα φεύγων, οὔτʼ αὖ μὰ τὸν Δία τὸν μέγιστον ἑκών, ἀλλʼ ὡς οἷόν τε μάλιστα ἄκων, ἠνάγκασμαι ὑπὸ τούτου ἀγωνίζεσθαι ταύτην τὴν δίκην.
但事实是,我从奥林匹奥多罗斯那里蒙受了不小的损失,既没有逃避任何调解人,也绝非出于自愿(凭最伟大的宙斯起誓),而是尽可能违背意愿地,被他逼迫而不得不打这场官司。
§3δέομαι οὖν ὑμῶν, ὦ ἄνδρες δικασταί, ἀκούσαντας ἀμφοτέρων ἡμῶν καὶ αὐτοὺς δοκιμαστὰς τοῦ πράγματος γενομένους μάλιστα μὲν διαλλάξαντας ἀποπέμψαι καὶ εὐεργέτας ἡμῶν ἀμφοτέρων ὑμᾶς γενέσθαι, ἐὰν δʼ ἄρα μὴ ἐπιτυγχάνητε τούτου, ἐκ τῶν ὑπολοίπων τῷ τὰ δίκαια λέγοντι, τούτῳ τὴν ψῆφον ὑμᾶς προσθέσθαι.
因此,审判员先生们,我请求你们在听取了我们双方的陈述,并亲自成为此案的审查者之后,尽可能调解我们并让我们回去,从而成为我们双方的恩人;但如果你们最终未能实现这一点,那么在剩下的选择中,请将选票投给陈述正义之言的人。
πρῶτον μὲν οὖν μαρτυρίας ἀναγνώσεται ὅτι οὐκ ἐγὼ αἴτιός εἰμι τοῦ εἰς τὸ δικαστήριον εἰσιέναι, ἀλλʼ οὗτος αὐτός.
因此,首先请宣读证词,证明并非我而是他自己才是导致这场诉讼的原因。
λέγε τὰς μαρτυρίας.
请宣读证词。
ΜΑΡΤΥΡΙΑΙ.
证词。
§4ὅτι μὲν οὖν, ὦ ἄνδρες δικασταί, καὶ μέτρια καὶ προσήκοντα προὐκαλούμην Ὀλυμπιόδωρον, μεμαρτύρηται ὑπὸ τῶν παραγενομένων.
审判员先生们,我向奥林匹奥多罗斯提出了适度且合理的建议,这一点已由在场的人作证。
οὐκ ἐθέλοντος δὲ τούτου οὐδʼ ὁτιοῦν ποιεῖν τῶν δικαίων, ἀναγκαῖόν ἐστιν πρὸς ὑμᾶς λέγειν περὶ ὧν ἀδικοῦμαι ὑπὸ Ὀλυμπιοδώρου.
但由于他不愿意履行任何正当的义务,我必须向你们陈述我从奥林匹奥多罗斯那里所遭受的侵害。
ἔστιν δὲ βραχὺς ὁ λόγος.
这个故事很简短。
§5ἦν γάρ, ὦ ἄνδρες δικασταί, Κόμων Ἁλαιεύς, οἰκεῖος ἡμέτερος.
审判员先生们,哈莱区的科蒙是我们的亲戚。
οὗτος ὁ Κόμων ἐτελεύτησεν ἄπαις ὀλίγον πάνυ χρόνον ἀρρωστήσας, ἐβίω δὲ πολλὰ ἔτη, καὶ ἦν πρεσβύτερος ὅτε ἐτελεύτα.
这位科蒙在生病极短的时间后,没有留下子嗣便去世了;他活了许多年,去世时已是高龄。
καὶ ἐγὼ ἐπειδὴ ᾐσθόμην ὅτι οὐχ οἷός τέ ἐστιν περιγενέσθαι, μετεπεμψάμην τουτονὶ Ὀλυμπιόδωρον, ὅπως ἂν παρῇ καὶ συνεπιμελῆται μεθʼ ἡμῶν ἁπάντων ὧν προσῆκεν.
当我察觉到他无法康复时,我便派人去请这位奥林匹奥多罗斯,以便让他到场并与我们大家一起料理所有该办的事务。
καὶ Ὀλυμπιόδωρος οὑτοσί, ὦ ἄνδρες δικασταί, ἐπειδὴ ἦλθεν ὡς ἐμὲ καὶ τὴν ἀδελφὴν τὴν ἑαυτοῦ, ἐμὴν δὲ γυναῖκα, μεθʼ ἡμῶν ἅπαντα διῴκει.
审判员先生们,这位奥林匹奥多罗斯来到我以及他的姐妹——也就是我的妻子——这里之后,与我们一起处理了一切。
§6ὄντων δʼ ἡμῶν περὶ ταύτην τὴν πραγματείαν, ἐξαίφνης λόγον μοι προσφέρει Ὀλυμπιόδωρος οὑτοσί, ὅτι καὶ ἡ μήτηρ αὐτοῦ προσήκουσα εἴη τῷ Κόμωνι τῷ τετελευτηκότι, καὶ ὅτι δίκαιον εἴη καὶ αὑτὸν τὸ μέρος λαβεῖν ἁπάντων ὧν ὁ Κόμων κατέλιπεν.
正当我们忙于这些事务时,这位奥林匹奥多罗斯突然向我提出,说他的母亲也与已故的科蒙有亲戚关系,因此他自己也有权分得科蒙留下的所有遗产。
καὶ ἐγώ, ὦ ἄνδρες δικασταί, συνειδὼς ὅτι ἐψεύδετο καὶ ἀναισχυντεῖν ἐπεχείρει, καὶ ὅτι οὐδεὶς ἦν ἄλλος τῷ Κόμωνι γένει ἐγγυτέρω ἐμοῦ, τὸ μὲν πρῶτον ὡς οἷόν τε μάλιστα ὠργίσθην καὶ ἠγανάκτησα ἐπὶ τῇ ἀναισχυντίᾳ τοῦ λόγου, ἔπειτα δὲ ἐλογισάμην πρὸς ἐμαυτὸν ὅτι οὐκ ἐν καιρῷ ὀργιζοίμην, καὶ τούτῳ ἀπεκρινάμην ὅτι ἐν μὲν τῷ παρόντι προσήκει θάπτειν τὸν τετελευτηκότα καὶ τἄλλα ποιεῖν τὰ νομιζόμενα, ἐπειδὰν δὲ τούτων ἁπάντων ἐπιμεληθῶμεν, τόθʼ ἡμῖν αὐτοῖς διαλεξόμεθα.
审判员先生们,我深知他在撒谎且行径厚颜无耻,也深知在血缘上没有其他人比我更接近科蒙,所以起初我对这番话的无耻感到极度的愤怒和愤慨,但随后我独自思量,现在不是发怒的时候,于是回答他说,目前应当安葬死者并履行其他既定的习俗,等我们料理完这一切之后,我们再自行商议。
§7καὶ οὗτος, ὦ ἄνδρες δικασταί, προσωμολόγησεν ταῦτα καὶ καλῶς μʼ ἔφη λέγειν.
审判员先生们,他也同意了这一点,并说我说得对。
ἐπειδὴ δὲ ἀπηλλάγημεν καὶ ἐποιήσαμεν ἅπαντα τὰ νομιζόμενα, καθʼ ἡσυχίαν ἤδη παρακαλέσαντες τοὺς οἰκείους ἅπαντας διελεγόμεθα ἡμῖν αὐτοῖς περὶ ὧν οὗτος ἠξίου ἑαυτῷ εἶναι.
当我们办完丧事并履行了所有的习俗后,我们在空闲时召集了所有的亲属,就他主张属于自己的部分自行进行了商议。
ὅσα μὲν οὖν, ὦ ἄνδρες δικασταί, ἡμεῖς πρὸς ἡμᾶς αὐτοὺς διηνέχθημεν περὶ τούτων διαλεγόμενοι, τι ἂν ἐγὼ ταῦτα διηγούμενος ἢ ὑμῖν πράγματα παρέχοιμι ἢ ἐμαυτῷ;
因此,审判员先生们,至于我们在商议这些事情时彼此产生了多少分歧,我又何必通过讲述这些来给你们或我自己增添麻烦呢?

词汇与语法注释

  1. §1ὧν ἥκιστα προσῆκεν — 关系代词 ὧν 省略了先行词,并受介词 ὑπό 的支配。προσῆκεν 作无人称过去式动词使用,意为“由最不应该这样做的人”。
  2. §2εἰ μὲν οὖν μὴ ἀδικούμενος... ἂν ᾐσχυνόμην καὶ ἐνόμιζον ἂν — 这是表示与过去或现在事实相反的虚拟条件句(反事实条件句)。条件从句由 εἰ +直陈式未完成过去时(此处为分词 μὴ ἀδικούμενος, 和动词 ἐποίουν)构成,主句由 ἄν +直陈式未完成过去时(ἂν ᾐσχυνόμην 和 ἐνόμιζον ἂν)构成。
  3. §3δέομαι οὖν ὑμῶν... ἀποπέμψαι... προσθέσθαι — 动词 δέομαι 带一个表示请求对象属格(ὑμῶν),其后接表示请求内容的不定式(ἀποπέμψαι, προσθέσθαι)。紧随属格代词之后的分词(如 ἀκούσαντας)采用宾格复数形式,以便与不定式的逻辑主语(“你们”)保持一致。
  4. §5ὅπως ἂν παρῇ — 由 ὅπως ἄν + 虚拟语气(παρῇ)引导的目的从句。在雅典散文(特别是色诺芬和演说家的作品)中,有时会使用 ὅπως ἄν 代替单纯的 ὅπως。
  5. §6ὅτι καὶ ἡ μήτηρ αὐτοῦ προσήκουσα εἴη... καὶ ὅτι δίκαιον εἴη... — 这是由 ὅτι 引导的陈述从句。因为主句动词是历史现在时(προσφέρει,相当于历史过去时),所以从句中的动词由直陈式转变为间接引语中的祈愿语气(斜格祈愿语气,εἴη)。

引用这一段

狄摩西尼, 控诉奥林匹奥多鲁斯 §1-7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg048.humanitext-grc2:1-7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。