Humanitext Reader

狄摩西尼 · 控诉莱奥哈雷斯 §34-43

揭露莱奥斯特拉托斯谋划的非法收养

第 5 段,共 8 段 · 希腊语

内容简介

说话人揭露了对手莱奥斯特拉托斯为了不当占有遗产,企图将自己或其子莱奥卡勒斯登记为已故阿基阿德斯养子的一系列违法勾当。

§34γενομένης οὖν τῆς ἐξαγωγῆς, ἵνα τὰ πλεῖστα παραλίπω, ἐλάχομεν πρὸς τὸν ἄρχοντα τοῦ κλήρου, οὔτε γόνῳ, ὥσπερ εἶπον, υἱέος οὐδενὸς ὄντος τῷ τετελευτηκότι, οὔτʼ εἰσποιητοῦ γεγενημένου κατὰ τοὺς νόμους.
因此,在驱逐发生后,为了省去大部分细节,我们向执政官申请了遗产继承,因为正如我所说,死者既没有亲生儿子,也没有依法收养的儿子。
μετὰ δὲ ταῦτα Λεώστρατος οὑτοσὶ παρακαταβάλλει ὡς υἱὸς Ἀρχιάδου ἐκείνου, οὐκ ἐπιλογισάμενος οὔθʼ ὅτι ἐπανεληλύθει εἰς τοὺς Ἐλευσινίους, οὔθʼ ὅτι οἱ εἰσποιητοὶ οὐκ αὐτοὶ ὑφʼ αὑτῶν, ἀλλʼ ὑπὸ τῶν εἰσποιουμένων καθίστανται·
然而在这之后,这里的莱奥斯特拉托斯作为那个阿基阿德斯的儿子缴纳了诉讼保证金,却既没有考虑到他已经回到了埃莱夫西斯人那里,也没有考虑到养子不是由他们自己,而是由收养他们的人设立的。
§35ἀλλὰ γὰρ οἶμαι ἁπλοῦν τι διελογίσατο, δεῖν αὑτὸν καὶ δικαίως καὶ ἀδίκως ἀμφισβητεῖν τῶν ἀλλοτρίων.
然而,我认为他想得很简单,即无论正当与否,他都应该争夺别人的财产。
καὶ πρῶτον μὲν ἐλθὼν οἷος ἦν εἰς τὸν Ὀτρυνέων πίνακα τὸν ἐκκλησιαστικὸν ἐγγράφειν αὑτὸν Ἐλευσίνιος ὤν, καὶ τοῦτο διῳκεῖτο, ἔπειτα, πρὶν ἐγγραφῆναι καὶ ἐν τῷ ληξιαρχικῷ γραμματείῳ τῷ τῶν Ὀτρυνέων, μετέχειν τῶν κοινῶν, τηλικαύτην παρανομίαν προαιρούμενος παρανομεῖν ἕνεκα πλεονεξίας.
首先,他企图在奥特里尼亚人的民会名簿上登记自己,尽管他自己是埃莱夫西斯人,并且他为此进行了活动;接着,在甚至还没有被登记到奥特里尼亚人的公民登记册之前,他就企图参与公共事务,为了贪婪而甘愿犯下如此巨大的违法行为。
§36αἰσθόμενοι δʼ ἡμεῖς μαρτύρων ἐναντίον ἐκωλύσαμεν τὸ γιγνόμενον, καὶ ᾠόμεθα δεῖν κριθῆναι πρῶτον τὴν κληρονομίαν παρʼ ὑμῖν, πρὶν ἐπὶ τὸ ὄνομά τινα τὸ τοῦ Ἀρχιάδου εἰσποιηθῆναι.
但我们发现后,在证人面前阻止了这一行为,并认为首先应该在你们面前对遗产进行审判,然后才能有人以阿基阿德斯的名义被收养。
κωλυθεὶς δὲ καὶ ἐξελεγχθεὶς πρὸς τῷ πίνακι καὶ ἐν τῇ τῶν ἀρχόντων ἀγορᾷ ὅτι ἠδίκει πολλῶν ἐναντίον, ᾤετο δεῖν μηδὲν ἧττον βιάζεσθαι καὶ κρείττων ταῖς παρασκευαῖς τῶν ὑμετέρων νόμων γενέσθαι.
然而,尽管他在名簿登记时受到阻挠,并且在众目睽睽之下在执政官的会议上被揭露其不公,他仍然认为应该不顾一切地强行推进,企图通过自己的勾结而使自己凌驾于你们的法律之上。
§37τί τούτου τεκμήριον;
这有什么证据呢?
συναγαγών τινας τῶν Ὀτρυνέων ὀλίγους καὶ τὸν δήμαρχον πείθει, ἐπειδὰν ἀνοιχθῇ τὸ γραμματεῖον, ἐγγράψαι αὑτόν.
他召集了少数奥特里尼亚人,并说服了区长,在登记册打开时登记他。
καὶ μετὰ ταῦτα ἧκε Παναθηναίων ὄντων τῶν μεγάλων τῇ διαδόσει πρὸς τὸ θεωρικόν, καὶ ἐπειδὴ οἱ ἄλλοι δημόται ἐλάμβανον, ἠξίου καὶ αὑτῷ δίδοσθαι καὶ ἐγγραφῆναι εἰς τὸ γραμματεῖον ἐπὶ τὸ τοῦ Ἀρχιάδου ὄνομα.
在这之后,在大泛雅典娜节举行期间,他来到发放观剧津贴的场所,在其他区民领取津贴时,他也要求分给自己一份,并要求以阿基阿德斯的名义登记在册。
διαμαρτυρομένων δὲ ἡμῶν, καὶ τῶν ἄλλων δεινὸν φασκόντων εἶναι τὸ γιγνόμενον, ἀπῆλθεν οὔτʼ ἐγγραφεὶς οὔτε τὸ θεωρικὸν λαβών.
但由于我们提出抗议,其他人也表示这种行为是极其恶劣的,他最终未能登记也未能领到观剧津贴便离开了。
§38τὸν δὲ παρὰ τὸ ψήφισμα τὸ ὑμέτερον ἀξιοῦντα τὸ θεωρικὸν λαμβάνειν πρὶν ἐγγραφῆναι εἰς τοὺς Ὀτρυνέας, ὄντα ἐξ ἑτέρου δήμου, τοῦτον οὐκ οἴεσθε τοῦ κλήρου παρὰ τοὺς νόμους ἀμφισβητεῖν;
难道你们不认为,这个违反你们的决议、在未登记入奥特里尼亚人名册之前,且属于另一个区的情况下,却要求领取观剧津贴的人,是在违反法律争夺遗产吗?
ἢ τὸν πρὸ τῆς τοῦ δικαστηρίου γνώσεως οὕτως ἀδίκους πλεονεξίας διοικούμενον, τοῦτον πῶς εἰκὸς τῷ πράγματι πιστεύειν;
或者,在法庭判决之前就如此不公地进行贪婪勾当的人,怎么可能对自己的案子有信心呢?
ὁ γὰρ τὸ θεωρικὸν ἀδίκως ἀξιώσας λαμβάνειν καὶ περὶ τοῦ κλήρου τῇ αὐτῇ διανοίᾳ δῆλον ὅτι κέχρηται νυνί.
因为,不公地要求领取观剧津贴的人,显然现在也是以同样的意图对待遗产。
§39ἀλλὰ μὴν καὶ τὸν ἄρχοντά γε ἐξηπάτησεν παρακαταβάλλων καὶ ἡμᾶς, καὶ ἀντεγράψατο Ὀτρυνεὺς εἶναι ἐν Ἐλευσινίοις δημοτευόμενος.
而且,他在缴纳保证金时还欺骗了执政官和我们,尽管他是登记在埃莱夫西斯人中的区民,却自我申报为奥特里尼亚人。
ἐπειδὴ τοίνυν τούτων πάντων ἀπετύγχανεν, ταῖς παρελθούσαις ἀρχαιρεσίαις ταύταις παρασκευασάμενός τινας τῶν δημοτῶν ἠξίου οὗτος ἐγγράφεσθαι ποιητὸς υἱὸς τῷ Ἀρχιάδῃ.
因此,当他所有这些企图都落空时,在最近的官员选举中,他勾结了一些区民,要求自己被登记为阿基阿德斯的养子。
§40ἀντιλεγόντων δʼ ἡμῶν καὶ ἀξιούντων, ἐπειδὰν τοῦ κλήρου ἡ διαδικασία γένηται, τηνικαῦτα τοὺς δημότας τὴν ψῆφον φέρειν, πρότερον δὲ μή, τοῦτο μὲν ἐπείσθησαν οὐ διʼ αὑτούς, ἀλλὰ διὰ τοὺς νόμους· δεινὸν γὰρ ἐδόκει εἶναι τὸν παρακαταβεβληκότα τοῦ κλήρου εἰσποιεῖν αὑτὸν ἔτι τῶν πραγμάτων ἀκρίτων ὄντων·
但由于我们反对,并要求只有在遗产继承权判定程序进行时,区民们才进行投票,此前则不应投票,他们对此表示同意——这不是为了他们自己,而是为了法律;因为在案情尚未判决时,让一个已经为遗产缴纳保证金的人收养自己,似乎是极其荒谬的。
ὃ δὲ μετὰ ταῦτα διοικεῖται Λεώστρατος οὑτοσί, τοῦτο πάντων δεινότατόν ἐστιν.
然而,这里的莱奥斯特拉托斯在这之后所勾当的事情,是所有事情中最恶劣的。
§41ἐπειδὴ γὰρ αὐτὸς ἀπετύγχανεν τοῦ ἐγγραφῆναι, εἰσποιεῖ Λεωχάρην τὸν αὑτοῦ υἱὸν Ἀρχιάδῃ παρὰ πάντας τοὺς νόμους, πρὶν τοῦ δήμου τὴν δοκιμασίαν γενέσθαι· οὐκ εἰσηγμένου δʼ εἰς τοὺς φράτεράς πω τοὺς Ἀρχιάδου, ἀλλʼ ἐπειδὴ ἐνεγράφη, τηνικαῦτα πείσας ἕνα τινὰ τῶν φρατέρων ἐνέγραψεν εἰς τὸ φρατερικὸν γραμματεῖον.
因为当他自己未能登记时,他违背所有的法律,在区里进行资格审查之前,将自己的儿子莱奥卡勒斯作为阿基阿德斯的养子收养;尽管尚未被引荐给阿基阿德斯的胞族成员,但一旦登记,他便在那个时候说服了胞族中的某个人,将其登记在胞族的登记册中。
§42καὶ μετὰ ταῦτα τῇ διαμαρτυρίᾳ πρὸς τῷ ἄρχοντι τοῦτον ἐπιγράφεται ὡς υἱὸν ὄντα γνήσιον τοῦ τετελευτηκότος ἔτη πολλά, τὸν πρῴην καὶ χθὲς ἐγγραφέντα.
在这之后,在向执政官提出异议时,他将这个前天或昨天才被登记的人,登记为多年来一直是死者合法的儿子。
καὶ συμβαίνει ἀμφοτέρους αὐτοὺς τῆς κληρονομίας ἀμφισβητεῖν· ὅ τε γὰρ Λεώστρατος οὑτοσὶ παρακατέβαλε τοῦ κλήρου ὡς υἱὸς γνήσιος Ἀρχιάδῃ, ὅ τε Λεωχάρης οὑτοσὶ διαμεμαρτύρηκεν ὡς υἱὸς ὢν γνήσιος τοῦ αὐτοῦ πατρός, §43οὐδέτερος δʼ αὐτῶν ζῶντι, ἀλλὰ τετελευτηκότι εἰσποιεῖ αὑτόν.
结果,他们两人都在争夺遗产;因为这里的莱奥斯特拉托斯作为阿基阿德斯的合法儿子缴纳了遗产保证金,而这里的莱奥卡勒斯则作为同一父亲的合法儿子提出了异议,而他们两人中没有一个是在生前,而是在死后将自己收养的。
ἡμεῖς δὲ οἰόμεθα δεῖν, ὦ ἄνδρες δικασταί, ἐπειδὰν περὶ τούτου τοῦ ἀγῶνος ὑμεῖς τὴν ψῆφον ἐνέγκητε, τηνικαῦτα ἐκ τῶν κατὰ γένος ἐγγυτάτω ἡμῶν εἰσποιεῖν υἱὸν τῷ τετελευτηκότι, ὅπως ἂν ὁ οἶκος μὴ ἐξερημωθῇ.
裁判官们,但我们认为,一旦你们对这场诉讼进行了投票,那个时候就应该从我们这些血统最近的亲属中,为死者收养一个儿子,以免家族断绝。

词汇与语法注释

  1. §35οἷος ἦν — 抄本中的 `οἷος ἦν` 存在多种解释。通常被认为是 `οἷός τ' ἦν`(能够)的笔误,译为“他能够登记”;但也可以理解为 `οἷος ἦν` 加上不定式,表示一种主观意图或准备状态(“正准备去”)。此处译为“企图登记”,以体现其急迫且不择手段的企图。
  2. §40τοῦτο μὲν ἐπείσθησαν — 短语 `τοῦτο μὲν`(一方面关于此)作副词性对格使用,指代区民们被说服的事项。语法上通常期待一个相对应的 `τοῦτο δέ`(另一方面……)从句,但此处没有明确的对照从句,而是直接过渡到主句的展开 `ὃ δὲ μετὰ ταῦτα...`(然而在这之后他所勾当的事情……),使对照关系保持残缺。
  3. §43οὐδέτερος δʼ αὐτῶν ζῶντι, ἀλλὰ τετελευτηκότι εἰσποιεῖ αὑτόν — 主语 `οὐδέτερος`(两者都不)是单数,但实际上指的是莱奥斯特拉托斯(自身登记)和莱奥卡勒斯(被父亲登记)两人的非法行为。伴随反身代词 `αὑτόν`(自己)和单数动词 `εἰσποιεῖ`,表示“他们两人中没有一个将自己收养给活人”。虽然严格来说是莱奥斯特拉托斯收养其子莱奥卡勒斯,但在修辞上,说话者将两人都视为欺诈性地将自己收养给死者。

引用这一段

狄摩西尼, 控诉莱奥哈雷斯 §34-43. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg044.humanitext-grc2:34-43

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。