Humanitext Reader

狄摩西尼 · 控诉莱奥哈雷斯 §26-33

血缘最近的证据与葬礼后的非法驱逐

第 4 段,共 8 段 · 希腊语

内容简介

发言人再次强调他们是最近的合法继承人,谴责对方贪婪地企图占有多处财产,并详细叙述了在葬礼后他们如何被非法驱逐出该地产的过程。

§26καὶ γὰρ τῷ Ἀρχιάδῃ, οὗ ἦν ἡ οὐσία τὸ ἐξ ἀρχῆς, ἐγγυτάτω γένει ἐσμὲν καὶ τῷ εἰσποιητῷ Λεωκράτει·
因为无论是对于起初拥有该财产的阿基阿德斯,还是对于被收养的莱奥克拉特斯,我们都是在血缘上最近的亲属。
τοῦ μὲν γὰρ ὁ πατὴρ ἐπανεληλυθὼς εἰς τοὺς Ἐλευσινίους οὐκέτι τὴν κατὰ τὸν νόμον οἰκειότητα ἔλιπεν αὑτῷ, ἡμεῖς δέ, παρʼ οἷς ἦν ἐν τῷ γένει, τὴν ἀναγκαιοτάτην συγγένειαν εἴχομεν, ὄντες ἀνεψιαδοῖ ἐκείνῳ.
因为后者(莱奥克拉特斯)的父亲(莱奥斯特拉托斯)已经回到了埃莱夫西斯居民之中,不再为自己留下任何法律上的亲属关系,而我们作为他所属血统的成员,因与他是堂表兄弟之子(外甥/侄子)的关系而拥有最亲密的亲属关系。
ὥστʼ εἰ μὲν βούλει, τοῦ Ἀρχιάδου συγγενεῖς ὄντες ἀξιοῦμεν κληρονομεῖν, εἰ δὲ βούλει, τοῦ Λεωκράτους· τετελευτηκότος γὰρ ἄπαιδος αὐτοῦ, οὐδεὶς ἡμῶν γένει ἐγγυτέρω ἐστί.
因此,无论你是希望我们作为阿基阿德斯的亲属来要求继承,还是作为莱奥克拉特斯的亲属,既然他无子去世,我们中没有人在血统上比我们更近。
§27καὶ διὰ μὲν σέ, ὦ Λεώστρατε, ὁ οἶκος ἐξηρήμωται· τῆς γὰρ οὐσίας τὴν οἰκειότητα, οὐ τῶν ἀνδρῶν τῶν ποιησαμένων διετήρεις.
莱奥斯特拉托斯啊,正是因为你,这个家族才变得荒凉;因为你维护的是与财产的联系,而不是与收养你的那些人的联系。
ἕως μέν γε τελευτήσαντος τούτου οὐδεὶς ἠμφεσβήτει τοῦ κλήρου, οὐδένα εἰσεποίεις τῷ Ἀρχιάδῃ υἱόν· ἐπειδὴ δὲ ἡμεῖς συγγενεῖς ὄντες ἥκομεν εἰς τὸ μέσον, τηνικαῦτα εἰσποιεῖς, ἵνα τὴν οὐσίαν κατάσχῃς.
至少在他死后,只要没有人对这份遗产提出异议,你就没有给阿基阿德斯收养任何儿子;但当我们在血缘上作为亲属站出来时,你却在那个时候进行收养,以便占有这份财产。
καὶ φὴς μὲν οὐδὲν εἶναι τῷ Ἀρχιάδῃ, πρὸς ὃν εἰσεποιήθης, διαμαρτυρεῖς δὲ πρὸς ἡμᾶς, τὸ ὁμολογούμενον γένος ἐξελαύνων· εἰ γὰρ μηδέν ἐστιν ἐν τῷ οἴκῳ, τί σὺ ἐλαττοῖ τοῦ μηδενὸς ἡμῶν κληρονομησάντων;
你一方面声称你被收养进入的阿基阿德斯的家一无所有,另一方面又对我们提出异议,将公认的血亲排挤出去;因为如果家里一无所有,那么即使我们继承了这一无所有,你又有什么损失呢?
§28ἀλλὰ γὰρ ἡ ἀναίδεια καὶ ἡ πλεονεξία τοιαύτη ἐστὶν αὐτοῦ, ὦ ἄνδρες δικασταί, ὥσθʼ ἡγεῖσθαι δεῖν ἐν Ἐλευσινίοις τε τὴν πατρῴαν οὐσίαν ἐπανελθὼν ἔχειν, ἐφʼ ἅ τʼ εἰσεποιήθη μὴ ὄντος ἐν τῷ οἴκῳ υἱοῦ, καὶ τούτων κύριος γενέσθαι.
然而,裁判官们,他的无耻和贪婪竟然到了这种地步,以至于他认为自己既应该在回到埃莱夫西斯人那里后拥有父辈的财产,又应该在家里没有儿子的情况下,成为他被收养进入的那些财产的主人。
καὶ ταῦτα πάντα ῥᾳδίως διοικεῖται· πρὸς γὰρ ἀνθρώπους ἡμᾶς πένητας καὶ ἀδυνάτους ἔχων ἀναλίσκειν ἐκ τῶν ἀλλοτρίων πολὺ περίεστιν.
而这一切都很容易办到;因为对于我们这些贫穷无力的人,他可以通过挥霍别人的财产而占尽绝对优势。
διόπερ οἶμαι ὑμᾶς δεῖν βοηθεῖν τοῖς μὴ πλεονεκτῆσαί τι βουλομένοις, ἀλλʼ ἀγαπῶσιν ἐάν τις ἡμᾶς τῶν νόμων ἐᾷ τυγχάνειν.
因此,我认为你们应该帮助那些不想谋取不当利益、只要能被允许获得法律赋予的权利就心满意足的人。
§29τί γὰρ δεῖ ποιεῖν ἡμᾶς, ὦ ἄνδρες δικασταί;
裁判官们,我们该怎么办呢?
διὰ τριῶν τῆς ποιήσεως ἐμμενούσης, καὶ τοῦ τελευταίου ἐγκαταλειφθέντος, τούτου ἄπαιδος τετελευτηκότος, μὴ κομίσασθαι τὰ ἡμέτερʼ αὐτῶν χρόνῳ ποτέ;
在收养关系维持了三代,且最后留在家里的人无子去世之后,难道我们永远也不能收回我们自己的财产吗?
τοῦτο τοίνυν ἔχοντες τὸ δίκαιον ἐλάχομεν τοῦ κλήρου πρὸς τὸν ἄρχοντα.
因此,我们凭着这一正当权利,向执政官申请了遗产继承。
οὑτοσὶ δὲ Λεωχάρης προπετῶς διαμαρτυρήσας τὰ ψευδῆ, οἴεται δεῖν παρὰ πάντας τοὺς νόμους ἀποστερῆσαι ἡμᾶς τῆς κληρονομίας.
然而,这里的莱奥卡勒斯却轻率地提出了虚假的异议,企图违背所有的法律剥夺我们的继承权。
§30πρῶτον μὲν οὖν, ὅτι τά τε περὶ τὰς ποιήσεις καὶ τὸ γένος τὸ τούτων ἀληθῆ εἰρήκαμεν, καὶ ἡ λουτροφόρος ἐφέστηκεν ἐπὶ τῷ τοῦ Ἀρχιάδου μνήματι, ταύτας ὑμῖν τὰς μαρτυρίας βουλόμεθʼ ἀναγνῶναι· ἔπειτʼ ἤδη καὶ τὰ λοιπὰ σαφῶς διδάξομεν ὑμᾶς, ὥστʼ ἐξελέγξαι τούτους τὰ ψευδῆ διαμεμαρτυρηκότας.
首先,为了证明我们关于收养和他们血统的陈述都是真实的,并且阿基阿德斯的墓碑上确实立有捧水瓶的少女像,我们希望向你们宣读这些证词;在这之后,我们也会向你们清楚地解释其余的事情,以便揭露这些人提出了虚假的异议。
καί μοι λαβὲ τὰς μαρτυρίας ἃς λέγω.
请为我拿来我所说的这些证词。
ΜΑΡΤΥΡΙΑΙ. §31ὁ μὲν τοίνυν τοῦ πράγματος λόγος καὶ τὸ ἁπλοῦν δίκαιον περὶ τῆς κληρονομίας οὕτως ἔχει, ὦ ἄνδρες δικασταί, τῶν τε πεπραγμένων ἐξ ἀρχῆς αὐτὰ τὰ κεφάλαια σχεδόν τι ἀκηκόατε.
ΜΑΡΤΥΡΙΑΙ 裁判官们,关于这件事情的说明和关于遗产继承的纯粹正义就是这样,你们也已经听到了从一开始所发生事情的几乎所有要点。
ἃ δὲ μετὰ τὴν τοῦ κλήρου λῆξιν πεποιήκασι καὶ ὃν τρόπον ἡμῖν κεχρημένοι εἰσίν, ἀναγκαῖον νομίζω εἰπεῖν· οἴομαι γὰρ περὶ κλήρου ἀγῶνα μηδένας ἄλλους παρανενομῆσθαι τοιαῦτα οἷα ἡμᾶς.
但我认为有必要说明他们在我们提出遗产申请后所做的事情以及他们对待我们的方式;因为我认为在任何关于遗产的诉讼中,都没有人像我们一样遭受如此非法的对待。
§32ἐπειδὴ γὰρ ἐτελεύτησεν ὁ Λεωκράτης καὶ ἡ ταφὴ ἐγένετο αὐτῷ, πορευομένων ἡμῶν εἰς τὰ κτήματα διὰ τὸ ἄπαιδά τε τὸν ἄνδρα καὶ ἄγαμον τετελευτηκέναι, ἐξήγαγε Λεώστρατος οὑτοσὶ φάσκων αὑτοῦ εἶναι.
因为当莱奥克拉特斯去世并举行了葬礼后,由于该男子无子且未婚去世,我们前往他的地产,而这里的莱奥斯特拉托斯却将我们驱逐出去,声称这些是属于他自己的。
καὶ ὅτι μὲν ποιεῖν τι τῶν νομιζομένων ἐκώλυσεν ἡμᾶς τῷ τετελευτηκότι, πατὴρ ὢν αὐτὸς ἐκείνου, ἴσως ἔχει λόγον, καίπερ ὄντος παρανόμου τοῦ ἔργου· τῷ γὰρ φύσει ὄντι πατρὶ τῆς ταφῆς τὴν ἐπιμέλειαν παραδίδοσθαι εἰκός ἐστιν, ἔπειτα μέντοι καὶ τοῖς οἰκείοις ἡμῖν, ὧν ἦν συγγενὴς κατὰ τὴν ποίησιν ὁ τετελευτηκώς.
他作为那个人的父亲,阻止我们为死者履行任何惯常的仪式,这也许还有些道理,尽管这种行为违反了法律;因为将葬礼的照料委托给亲生父亲是合乎常理的,但其次也应该委托给作为亲属的我们,因为死者根据收养关系是我们的亲属。
§33ἐπεὶ δὲ τὰ νομιζόμενα ἐγένετο, κατὰ ποῖον νόμον φανεῖται ἐρήμου ὄντος τοῦ οἴκου τοὺς ἐγγυτάτω γένους ἡμᾶς ἐξαγαγὼν ἐκ τῆς οὐσίας;
但是,当惯常的仪式结束之后,在家族已经空无一人的情况下,他根据哪一条法律将作为最近亲属的我们从财产中驱逐出去呢?
ὅτι νὴ Δία πατὴρ ἦν τοῦ τετελευτηκότος.
“因为,凭着宙斯起誓,他是死者的父亲。
ἀπεληλυθώς γʼ εἰς τὸν πατρῷον οἶκον καὶ οὐκέτι τῆς οὐσίας ἐφʼ ᾗ ἐγκατέλιπεν τὸ υἱόν, κύριος ὤν· εἰ δὲ μή, τί τῶν νόμων ὄφελος;
”可是他已经回到了他父亲的家,并且不再是他留下儿子的那份财产的主人;否则,法律还有什么用呢?

词汇与语法注释

  1. §26τοῦ μὲν — 指代前文 `τῷ εἰσποιητῷ Λεωκράτει` 的属格,修饰 `ὁ πατὴρ`,意为“他(莱奥克拉特斯)的父亲”。
  2. §29μὴ κομίσασθαι — 属于前句 `τί γὰρ δεῖ ποιεῖν ἡμᾶς;` 中主动词 `δεῖ` 的不定式。带否定词 `μή`,构成强烈的反问:“(在这种情况下)难道我们不该在某个时候收回我们自己的财产吗?”
  3. §33ἀπεληλυθώς γʼ — 引导对对方预设反驳进行再反驳的分词。强调他已经回到了父家,并且对相关财产不再享有任何权利。

引用这一段

狄摩西尼, 控诉莱奥哈雷斯 §26-33. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0014.tlg044.humanitext-grc2:26-33

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。